# De aeternitate mundi 556

Joannes Philoponus, De aeternitate mundi, Page 556. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/556

γενέσθαι, ὡς ἐν τῷ ἕκτῳ δέδεικται, ἀθάνατον δὲ εἶναι ἐπισκευαστὴν τὴν ἀθανασίαν προσκτώμενον, καὶ τὸν χρόνον ἄρα ἀρχὴν μὲν ἔχειν τοῦ εἶναι βούλεται, τέλος δὲ οὔ. οὐκοῦν, εἰ ἅμα τε οὐρανῷ ὁ χρόνος ἤρξατο καὶ παντὶ τῷ εἶναι αὐτοῦ συμπαρατείνεται, ταύτῃ δὲ ὁ κόσμος ὡμοίωται τῷ παραδείγματι τῷ ἑαυτοῦ, διότι πάντα ἐστὶν τὸν χρόνον, ὡς ἐκεῖνο ἐν τῷ αἰῶνί ἐστιν παντί, ὁ δὲ χρόνος τοῦ εἶναι ἤρξατο, καὶ ὁ κόσμος ἄρα τοῦ εἶναι ἀρξάμενος καὶ τῇ ἀπειρίᾳ τοῦ χρόνου κατὰ τὸ ἑξῆς συμπαρατεινόμενος τῷ ἐν παντὶ τῷ χρόνῳ εἶναι τῷ αἰωνίῳ παραδείγματι ὡμοίωται. καίτοι, εἰ ἄναρχον εἶναι τὸν κόσμον ὁ Πλάτων ἐβούλετο, διὰ τί μὴ εἶπεν ὅτι ‘ὡς τὸ παράδειγμα οὔτε ἤρξατο τοῦ εἶναι οὔτε παύσεται, οὕτω καὶ ὁ κόσμος οὔτε τοῦ γίνεσθαι ἤρξατο οὔτε παύσεται’; οὕτω γὰρ ἂν μᾶλλον τὴν πρὸς τὸ παράδειγμα αὐτοῦ ἐδείκνυεν εἰκόνα· ἀλλ' ὡς τὸ παράδειγμα, φησίν, πάντα αἰῶνά ἐστιν, οὕτως ὁ κόσμος τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος. εἰ μὲν οὖν ἔστιν τις χρόνος, ἐν ᾧ μὴ ἔστιν ὁ κόσμος, ἐκπίπτειν αὐτὸν ἀνάγκη τῆς πρὸς τὸ παράδειγμα ὁμοιώσεως. εἰ δὲ ἐν παντί ἐστιν τῷ χρόνῳ, ἀρχὴν δὲ ἔχει τοῦ εἶναι ὁ χρόνος, ἐνδέχεται ἄρα τὸν κόσμον κατὰ τὰ Πλάτωνι δοκοῦντα καὶ ἀρχὴν ἔχειν τοῦ εἶναι καὶ τῷ αἰωνίῳ αὐτοῦ παραδείγματι ὡμοιῶσθαι. μηδεὶς δὲ νῦν ἡμῖν περὶ τοῦ χρόνου ἀπορίας κινείτω ἄπειρον αὐτὸν ἐφ' ἑκάτερα δεῖξαι

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
