# De aeternitate mundi 570

Joannes Philoponus, De aeternitate mundi, Page 570. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/570

γὰρ ταῦτα ‘συλλήβδην οὖν λέγοντες πάντων παρακτικὸν ἐκεῖνο τὸ ἓν πάντων σωστικὸν εἶναί φαμεν, πάσης οὐσίας ὕπαρξιν ἔχον ἀληθεστέραν καὶ πάσης γνώσεως τρανεστέραν, οὐ μεριζόμενον τοῖς γνωστοῖς οὐδὲ κινούμενον περὶ αὐτά· τούτων μὲν γὰρ ἡ ψυχικὴ καὶ νοερὰ γνῶσις ἔχει τὰς ἰδιότητας· καὶ γὰρ νοῦς πᾶς εἷς πολὺς καὶ τῷ εἶναι καὶ τῷ νοεῖν καὶ ψυχὴ πᾶσα κίνησις οὖσα καὶ νοεῖ μετὰ κινήσεως. ἐκεῖνο δὲ ἐν τῷ ἑνὶ μένον ἀμετάβατον ἅμα καὶ ἀδιαίρετον καὶ γινώσκει πάντα τὸν αὐτὸν τρόπον, καὶ οὐκ ἄνθρωπον μόνον καὶ ἥλιον καὶ πᾶν ὅτι τοιοῦτο ἀλλὰ καὶ ἕκαστον τῶν καθ' ἕκαστον· οὐδὲν γὰρ ἐκφεύγει τὸ ἓν ἐκεῖνο, κἂν τῷ εἶναι λέγῃς, κἂν τῷ γινώσκεσθαι’· καὶ μετ' ὀλίγα ‘οὕτως καὶ ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων, καὶ ὡς ὑπέστησεν ἕκαστον κατὰ τὸ ἕν, οὕτως καὶ γινώσκει ἕκαστον κατὰ τὸ ἕν’. εἰ οὖν μὴ συμμερίζηται τοῖς γνωστοῖς ἡ τοῦ θεοῦ γνῶσις, ἀλλ' ἀμεταβάτως ἐν τῷ ἑνὶ μένουσα καὶ ἀδιαιρέτως γινώσκει πάντα οὐ μόνον τὰ καθόλου ἀλλὰ καὶ αὐτὰ τὰ καθ' ἕκαστά τε καὶ ἀτομώτατα, οὕτω δὲ γινώσκει ἕκαστον ὁ θεός, ὥσπερ καὶ ὑπέστησεν ἕκαστον, ἀμερῶς τε καὶ ἀμεταβάτως, οὐ μόνον τὰ καθόλου ἀλλὰ καὶ τὰ ἀτομώτατα καὶ ἐν χρόνῳ τὸ εἶναι ἔχοντα καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα, μὴ συγκινούμενος τῇ τῶν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
