# De aeternitate mundi 572

Joannes Philoponus, De aeternitate mundi, Page 572. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/572

πρῶτον γίνεται. εἰ οὖν ἤδη πάρεστιν τὸ μέλλον, ἀνάγκη οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον, τοῦτο δέ ἐστιν ὡς τὸ δεῖσθαι μηδενὸς τότε, τοῦτο δέ ἐστιν μηδὲν ἐλλείποντος. πάντ' ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε· ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ ὂν πᾶν τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν’. εἰ οὖν κατὰ τὸν σοφὸν Πλωτῖνον τὸ μέλλον ἀεὶ τῷ θεῷ πάρεστιν καὶ οὐδὲν παρ' αὐτῷ ὕστερον ἀλλὰ τὸ ἐν ἄλλῳ ὕστερον ἤδη τῷ θεῷ πάρεστιν καὶ ἀεὶ πάρεστιν, τούτοις δὲ αὐτοῖς σύμφωνα καὶ τὸν Πρόκλον δείξομεν λέγοντα, οὐκ ἄρα οὐδέ, εἰ τὸ τεταγμένον ποτὲ μὲν ἔσται ποτὲ δὲ οὐκ ἔσται, καὶ ἡ περὶ τοῦ εἶναι αὐτὸ τοῦ θεοῦ βούλησις ποτὲ μὲν ἔσται ποτὲ δὲ οὐκ ἔσται. ὥστε οὐδὲ τὸ πρότερον ἕξει διὰ τοῦτο καὶ τὸ ὕστερον οὐδὲ χρόνον. οὐ μὴν οὐδέ, ἐπειδὴ ἀεὶ εἶχε τὴν τοῦ εἶναι τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, βούλησιν ὁ θεός, ἤδη διὰ τοῦτο καὶ ἀνάρχως εἶναι τὸν κόσμον ἀνάγκη τῆς σωματικῆς καὶ γενητῆς φύσεως τὴν ἄναρχον ὕπαρξιν μὴ ἐπιδεχομένης. εἰ δὲ διὰ τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, ἀναγκάζει καὶ τὴν τοῦ θεοῦ βούλησιν ὁ Πρόκλος ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι καὶ διὰ τοῦτο καὶ ὑπὸ χρόνον εἶναι, ὑποστατικὴ δὲ πάντων ἡ τοῦ θεοῦ βούλησις, ὡς δὲ ὑφίστησι πάντα, οὕτω καὶ γινώσκει πάντα (ὡς αὐτὸς πάλιν εἶπεν), γινώσκει δὲ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
