# De aeternitate mundi 579

Joannes Philoponus, De aeternitate mundi, Page 579. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/579

ἢ γεγονέναι ἢ γενήσεσθαι. δῆλον δήπου πάντως ἐντεῦθεν, ὡς προτέρα μὲν πάντων ἡ ἀπλανὴς εἰς τὸ αὐτὸ σημεῖον ἀποκαταστήσεται, δευτέρα δὲ ἡ σελήνη, τρίτος ὁ ἥλιος καὶ οἱ τούτῳ ἰσόδρομοι, τέταρτος ὁ τοῦ Ἄρεως, πέμπτος ὁ τοῦ Διός, ἔσχατος ὁ τοῦ Κρόνου. οὐδὲν δὲ διοίσει πρὸς τὴν παροῦσαν ἀπόδειξιν, κἂν μὴ ἐν τῷ αὐτῷ τόπῳ ἅπαντας ὑποθώμεθα ἀλλ' ἄλλον ἀλλαχοῦ, ὡς ἂν τύχοιεν ὄντες· ὁ γὰρ αὐτὸς ἡμῖν ἁρμόσει περὶ τῆς ἑκάστου ἀποκαταστάσεως λόγος· σαφηνείας δὲ χάριν ἐκ τοῦ αὐτοῦ σημείου πάντας τῆς αὐτῆς ἀρχομένους περιόδου ὑπεθέμεθα, ὅπερ καὶ γεγονέναι τε καὶ ἔσεσθαί ἐστιν ἀναγκαῖον καὶ μάλιστα κατὰ τοὺς ἀίδιον εἶναι τὸν κόσμον ὑποτιθεμένους· καὶ νῦν γὰρ ἐφ' ἡμῶν κατὰ τὸ διακοσιοστὸν τεσσαρακοστὸν πέμπτον Διοκλητιανοῦ ἔτος ἐν τῷ αὐτῷ ζῳδίῳ τῷ ταύρῳ γεγόνασιν οἱ ἑπτὰ πλανώμενοι, εἰ καὶ μὴ ἐν τῇ αὐτῇ μοίρᾳ ἅπαντες· ὥστε καὶ ἐν τῷ αὐτῷ σημείῳ γενέσθαι πάντας ἐνδέχεται. ἆρ' οὖν ὁ ταῦτα οὕτως διαταξάμενος καὶ δημιουργήσας θεὸς ἔγνω ἑκάστης περιφορᾶς τὴν ἀποκατάστασιν ἢ οὐκ ἔγνω; εἰ μὲν οὖν οὐκ ἔγνω, ἀγνοήσει τὴν τάξιν, ἧς αὐτός ἐστιν αἴτιος. καίτοι λέγεται ἐν Τιμαίῳ ‘ὡς κινηθὲν αὐτὸ καὶ ζῷον ἐνόησεν τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάζεσθαι’. εἰ δὲ ἔγνω κινούμενον καὶ διὰ τοῦτο πάλιν ἐξ ἀνάγκης ἔγνω, πότε ἑκάστη περιφορὰ εἰς τὸ αὐτὸ σημεῖον ἀπεκατέστη, δηλονότι πρότερον μὲν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
