# De aeternitate mundi 590

Joannes Philoponus, De aeternitate mundi, Page 590. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/590

εἰ τὸ ἀθάνατον μὴ τοιοῦτον’ ἔφη μὲν ὁ Κέβης, συνεχώρησεν δὲ ὁ Σωκράτης), εἰ δ' οὖν ἀνώλεθρον τὸ πᾶν ὑπὸ τοῦ δημιουργοῦ γεγονός (τὸ γὰρ ὑπ' ἐκείνου γεγονὸς ἀθάνατον, τοῦτο δ' ἀνώλεθρον), ἀνάγκη καὶ ἀγένητον αὐτὸ εἶναι διὰ τῶν δεδειγμένων ἕπεσθαι τοῖς δύο πρότερον ἀξιώμασιν, ὧν τὸ μέν ἐστιν ‘πᾶν τὸ γενητὸν φθαρτόν’, τὸ δὲ ‘πᾶν τὸ ἀγένητον ἄφθαρτον’. ὥστε οὐ κατὰ Ἀριστοτέλην μόνον ἀλλὰ καὶ κατὰ Πλάτωνα διὰ τούτων ἀποδείκνυται τῶν δύο τεθέντων ὁ κόσμος οὔτε γενητὸς ὢν οὔτε φθαρτός. εἰ γάρ ἐστιν τὸ μὲν ἄτακτον ἀγένητον, τὸ δὲ τεταγμένον ἄφθαρτον, ἔσται τὸ ἄτακτον τοῦ τεταγμένου κρεῖσσον· τὸ γὰρ ἀγένητον πρὸς τὸ γενητὸν καὶ τὸ ἄφθαρτον ὡσαύτως ἔχει πρὸς τὸ φθαρτόν· ὥστε καὶ ἐναλλὰξ οὕτως τὸ ἀγένητον ἕξει πρὸς τὸ ἄφθαρτον, ὡς τὸ γενητὸν πρὸς τὸ φθαρτόν, ὡς δὲ τὸ γενητὸν πρὸς τὸ φθαρτόν, οὕτως γένεσις πρὸς φθοράν· εἰ οὖν γένεσις κρείττων φθορᾶς, καὶ τὸ γενητὸν καθ' αὑτὸ τοῦ φθαρτοῦ καὶ τὸ ἀγένητον τοῦ ἀφθάρτου κρεῖττον· εἰ οὖν τὸ ἄτακτον ἀγένητον ᾖ καὶ φθαρτόν, τὸ δὲ τεταγμένον ἄφθαρτον καὶ γενητόν, ἔσται τὸ ἄτακτον τοῦ τεταγμένου κρεῖττον καὶ ὁ ποιῶν ἐξ ἀτάκτου τεταγμένον ἐκ τοῦ ἀμείνονος ποιήσει χεῖρον ἐκ τοῦ ἀγενήτου ποιῶν καὶ φθαρτοῦ γενητὸν ὕστερον καὶ ἄφθαρτον· οὐκ ἄρα τὸ μὲν ἀγένητον ἔσται καὶ φθαρτόν, τὸ δὲ γενη-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
