# De aeternitate mundi 591

Joannes Philoponus, De aeternitate mundi, Page 591. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/591

τὸν καὶ ἄφθαρτον ἤγουν ἀνάπαλιν· ἀλλ' οὔτε ὁ ποιητὴς κακός, ὥστε οὐ φθαρτὸν τὸ τεταγμένον, καί, εἰ ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον, οὐκ ἄφθαρτον τὸ ἄτακτον· οὐ γὰρ ἔστιν τοῦ τεταγμένου ὄντος· ἢ ἑκάτερον γενητὸν καὶ φθαρτόν· ἀλλ' εἴτε γενητὸν τὸ ἄτακτον, ἐκ τοῦ τεταγμένου γέγονεν, εἴτε φθαρτὸν τὸ τεταγμένον, ὁ φθείρων τὸ ταχθὲν ἢ οὐ καλῶς ἥρμοσεν καὶ οὐκ ἀγαθὸς ἢ φθείρει τὸ καλῶς ἁρμοσθὲν καὶ ἔστιν κακός. ταῦτα δὲ πάντα ἀδύνατα. οὐκ ἄρα ἔστιν πρὸ τοῦ τεταγμένου τὸ ἄτακτον. ἀγένητον ἄρα τὸ τεταγμένον ἐστίν, ὡσαύτως καὶ ἄφθαρτον." Κεφάλαια τῆς λύσεως τοῦ ιζʹ λόγου. αʹ. Ὅτι τὸ προκείμενον ιζʹ ἐπιχείρημα τὸ αὐτό ἐστιν τῷ ἕκτῳ. καὶ τίς ἡ πρὸς ἐκεῖνο τούτου διαφορά. καὶ τίς ἡ ἐν ἑκατέρῳ τῶν συλλογισμῶν ἀγωγή. βʹ. Ὅτι τῷ ἕκτῳ καὶ τὸ προκείμενον συναπελήλεγκται. καὶ σύντομος τῶν ἐν ἐκείνῳ εἰρημένων ἀνακεφαλαίωσις, ὅτι τῷ κατὰ φύσιν ἀφθάρτῳ καὶ οὐ τῷ ἐπίκτητον τὴν ἀφθαρσίαν ἔχοντι τὸ ἀγένητον ἕπεται. γʹ. Ὅτι ὅσον ἐκ τῶν Πλάτωνος λέξεων ἔδει μᾶλλον ἐκ τοῦ γενητὸν λέγεσθαι τὸν κόσμον ὑπὸ Πλάτωνος συλλογίζεσθαι, ὅτι οὐκ ἄφθαρτος ἀλλὰ φθαρτός, ἢ ἐκ τοῦ λέγειν μὴ φθείρεσθαι αὐτὸν τὸ μηδὲ γεγονέναι συνάγειν.

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
