# De aeternitate mundi 596

Joannes Philoponus, De aeternitate mundi, Page 596. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/596

γῆς καὶ ἀέρος ὡσαύτως. διττῆς οὖν οὔσης τῆς ἀφθαρσίας, εἰ μὲν ἔχει τις δεικνύειν κατὰ φύσιν ἀθάνατόν τε καὶ ἄφθαρτον εἶναι τὸν κόσμον λέγειν τὸν Πλάτωνα, ἕψεται ἐξ ἀνάγκης κατὰ τὰς αὐτοῦ Πλάτωνος ὑποθέσεις τὸ καὶ ἀγένητον αὐτὸν εἶναι, κἂν μυριάκις γενητὸν αὐτὸν εἶναί φησιν· εἰ δὲ τοὐναντίον φύσει μὲν θνητὸν εἶναι αὐτὸν καὶ λυτὸν ἀποφαίνεται εἶναι καὶ τοῦτο οὐχ ἁπλῶς ἀλλὰ μετὰ κατασκευῆς τε καὶ ἀποδείξεως (‘ἐπείπερ ἐγένεσθε’, φησίν, ‘ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν’), ὅτι δὲ γέγονεν, ἐκ τοῦ ὁρατόν τε καὶ ἁπτὸν εἶναι καὶ σῶμα ἔχειν συνελογίσατο καὶ προσέτι τὴν ἀθανασίαν ἐπίκτητον αὐτῷ καὶ ἐπισκευαστὴν παρὰ τοῦ ἀεὶ ὄντος φησὶν ἐπιγίνεσθαι, ποία ἔτι ἀνάγκη τῇ ἐπικτήτῳ μὴ κατὰ φύσιν ἀθανασίᾳ τὸ ἀγένητον ἕπεσθαι; πᾶν γὰρ τοὐναντίον ἀνάγκη· τὰ γὰρ ἐπικτήτως τι ἔχοντα καὶ τῶν ἀντικειμένων ἐστὶν κατὰ τὸν τῆς φύσεως αὐτῶν λόγον δεκτικά. οὕτω γοῦν ὁ ἀὴρ καὶ ἡ σεληνιακὴ σφαῖρα ἐπίκτητον ἔχοντα τὸ φῶς καὶ σκότους εἰσὶν δεκτικὰ καὶ μετέχει ποτὲ τούτου. ἐδείξαμεν δὲ πρὸς τῷ τέλει τοῦ πρώτου λόγου, ὅτι, εἰ καὶ ἀεὶ πάρεστιν ταῖς ἀνωτέραις σφαίραις τὸ φῶς, ἀλλ' οὖν καὶ αὐτὸ φύσει φθαρτόν ἐστιν. καὶ αἱ ἡμέτεραι δὲ ψυχαὶ ἐπικτήτους ἔχουσαι τὰς ἐπιστήμας καὶ ἀνεπιστημοσύνης εἰσὶν δεκτικαί. εἰκότως ἄρα ὁ Πλάτων ἐπικτήτως τῷ κόσμῳ τὴν ἀθανασίαν προσγίνεσθαι λέγων φύσει φθαρτὸν εἶναι αὐτὸν καὶ λυτὸν ἀπεφήνατο.

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
