# De aeternitate mundi 601

Joannes Philoponus, De aeternitate mundi, Page 601. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/601

ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι καὶ κυριωτέρου δεσμοῦ λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε συνεδεῖσθε’. ταὐτὸ δὲ τοῦτο κἀν τῷ πολιτικῷ περὶ τοῦ παντὸς οὐρανοῦ διεξέρχεται. ἐπινοεῖται γάρ τι, κἂν εἰ γέγονεν, ὅμως οὐ φθαρησόμενον· οἷον ἡ τῶν Λακεδαιμονίων πόλις εἰ τύχοι· ἐγχωρεῖ γὰρ αὐτὴν φθαρῆναι μηδέποτε, καίτοι τῶν κατὰ μέρος οἰκιῶν ἁπασῶν φθείρεσθαι φύσιν ἐχουσῶν, ἀλλὰ τῷ δύνασθαι κατὰ βραχὺ γίνεσθαι τὴν ἐπανόρθωσιν ἐνδέχεται μὴ φθαρῆναι τὸ σύμπαν. οὐ μόνον δὲ πόλιν οὕτως δυνατὸν ἄφθαρτον ἐπινοεῖν ἀλλὰ καὶ μίαν οἰκίαν, εἰ τὸ πονῆσαν αὐτῆς ἐπανορθώσεως ἑκάστοτε τυγχάνοι. κατὰ λόγον οὖν, εἰ μὲν ἀγένητόν τι, πάντως καὶ ἄφθαρτον, εἰ δὲ ἄφθαρτον, οὐκ ἐξ ἀνάγκης ἀγένητον’. σαφῶς ἄρα καὶ οὗτος ὁ ἀνὴρ οὔτε τῷ ὁπωσοῦν ἀφθάρτῳ τὸ ἀγένητον εἶπεν ἕπεσθαι ἀλλὰ τῷ μηδὲ τὸν λόγον τῆς φθορᾶς ἔχοντι καὶ Πλάτωνα οὕτω τὴν ἀφθαρσίαν διδόναι ὡμολόγηκεν τῷ οὐρανῷ. ἀλλὰ περὶ μὲν τούτων ἅλις κἀνταῦθα. ϛʹ. Ἐν δὲ τοῖς ἑξῆς λαβὼν πάλιν ὁ φιλόσοφος παρὰ Πλάτωνος τὸ ἐκ τοῦ ἀτάκτου γεγονέναι τὸ τεταγμένον αὐτὸς προστίθησιν, ὅτι καὶ ἀγένητόν ἐστιν τὸ ἄτακτον, Πλάτωνος οὐδὲ ὅτι γενητὸν οὐδ' ὅτι ἀγένητον εἰπόντος. εἶτα συλλογίζεται, ὅτι καὶ φθαρτόν· εἰ γὰρ ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον γέγονεν, τοῦ δὲ τεταγμένου ὄντος οὐκ ἔστιν τὸ ἄτακτον, φθαρτὸν ἄρα ἔσται τὸ ἄτακτον. ὥστε ἀγένητόν ἐστιν καὶ φθαρ-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
