# De aeternitate mundi 611

Joannes Philoponus, De aeternitate mundi, Page 611. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/611

τῶν ποιητῶν συνηθείᾳ ὁ Πλάτων ἀκολουθήσας θεὸν τὸν κόσμον ὠνόμασεν. ηʹ. Ὅτι πολλαχοῦ τοὺς ποιητικοὺς μύθους ὁ Πλάτων τῇ ἰδίᾳ συνέπλεξεν διδασκαλίᾳ ὡς λόγοις καὶ οὐχ ὡς μύθοις δι' ἁστινασοῦν αἰτίας χρησάμενος. θʹ. Ὅτι παρὰ τὸ ἀεὶ θεῖν θεὸν ὠνομάσθαι λέγων τὸν κόσμον ὁ Πλάτων ὁμωνύμως τοῖς νοητοῖς θεοῖς καὶ οὐ συνωνύμως θεὸν αὐτὸν προσαγορεύει· ἐξ οὗ συνάγεται, ὅτι τὸν κόσμον κατὰ χρόνον γενητὸν εἶναι βούλεται καὶ οὐ μόνον κατ' αἰτίαν, τοὺς δὲ νοητοὺς θεοὺς κατὰ χρόνον μόνον καὶ οὐ κατ' αἰτίαν ἀγενήτους. ιʹ. Ὅτι Πλάτων τοὺς περὶ θεῶν ποιητικοὺς μύθους τῶν μεγίστων κακῶν τοῖς ἀνθρώποις αἰτίους εἶναι ἡγούμενος δέει τῶν Ἀθηναίων οὐχ ἑκὼν εἰς αὐτοὺς κατεφέρετο· ᾧ τρόπῳ καὶ τὸν κόσμον θεὸν ἔλεγεν οὐκ ἀγένητον εἶναι ἡγούμενος. αιʹ. Ὅτι οὐχ, ὥσπερ ἐν τῷ πολιτικῷ καθ' ὑπόθεσιν εἰς τὸ ἄτακτον μεταβάλλει τὸ τεταγμένον, οὕτω καὶ ἐν Τιμαίῳ καθ' ὑπόθεσιν ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον φησὶν γίνεσθαι. καὶ πῶς δεῖ νοεῖν τὴν ἐκ τοῦ ἀτάκτου εἰς τὸ τεταγμένον γένεσιν. καὶ ὅτι τινὲς τὴν δόξαν ταύτην τοῦ Πλάτωνος εἰς τὴν Ἐμπεδοκλέους ἀπάγουσιν. βιʹ. Ἐπίλογος τῆς πάσης πραγματείας καὶ προαναφώνησις τῶν ἑξῆς.

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
