# De aeternitate mundi 613

Joannes Philoponus, De aeternitate mundi, Page 613. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/613

τετάρτῳ λόγῳ μονονουχὶ ταῖς αὐταῖς εἴρηται λέξεσιν· τὸ γὰρ ἀκίνητον εἶναι τὸν δημιουργόν, ὅπερ ἐκεῖ εἴρηται, ταὐτόν, ὅτι τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ὅπερ ἐνταῦθα λέλεκται· πάλιν τὸ τὴν εἰκόνα, λέγω δὴ τὸν κόσμον, ὁμοίαν εἶναι τῷ παραδείγματι, πρὸς ὃ γέγονεν, τοῦ δὲ παραδείγματος αἰωνίου ὄντος μὴ ἄλλως αὐτῷ ὡμοιῶσθαι τὸν κόσμον, εἰ μὴ ἐφ' ἑκάτερα ἔχοι τὴν ἀπειρίαν τοῦ χρόνου, ἐν τῷ ιεʹ σαφῶς εἴρηται· ἔτι δὲ τὸ ἀνάγκην εἶναι ἢ ἄμφω θεοὺς εἶναι, καὶ τὸν δημιουργὸν καὶ τὸν κόσμον, ἢ μηδέτερον καί, εἰ ἄμφω θεοί, ὁμοίως ἀδέκτους εἶναι μεταβολῆς ἀμφοτέρους διὰ τὸ τὸ πᾶν τῶν θεῶν γένος τοιοῦτον εἶναι, οὐκ εἶναι δὲ μεταβολῆς τὸν κόσμον ἄδεκτον, εἴπερ ἐκ τοῦ ἀτάκτου γέγονεν καὶ αὖθις μεταβαλεῖ εἰς τὸ ἄτακτον, ἐν τῷ θʹ προείληπται. ὥστε σχεδὸν μηδὲν ἐν τῷ προκειμένῳ λόγῳ καινότερον εἶναι ἐπιχείρημα. τί οὖν δεῖ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγειν ἡμᾶς ἤδη πρὸς ἕκαστον ὡς δύναμις ἀπαντήσαντας ἐν τοῖς φθάσασιν; τοσοῦτον οὖν μόνον σύντομον ἐνταῦθα τῶν εἰρημένων ὑπόμνησιν ποιησάμενοι πέρας σὺν θεῷ καὶ ἡμεῖς ἐπιθῶμεν τῷ λόγῳ. βʹ. Εἰ ἀεὶ κατὰ τὰ αὐτά, φησίν, καὶ ὡσαύτως ὁ δημιουργὸς ἔχει, οὐδέποτε ἄλλοτε ἄλλως ἔχει. εἰ μηδέποτε ἄλλοτε ἄλλως ἔχει, οὐ ποτὲ μὲν ποιεῖ ποτὲ δὲ οὐ ποιεῖ· ταῦτα γὰρ ἄλλοτε ἄλλως ἔχειν ἐστίν, ποιητικῶς λέγω καὶ μὴ ποιητικῶς αὖθις καὶ ποιητικῶς.

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
