# De aeternitate mundi 615

Joannes Philoponus, De aeternitate mundi, Page 615. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/615

ταῦτα εἴρηκεν· προσήκειν γάρ φησιν τῷ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντι ἢ μηδέποτε ποιεῖν ἢ ἀεί, ὡς τοῦ μὴ ποιεῖν δηλονότι στάσεως ὄντος καὶ οὐ κινήσεως. ὥστε τὸ τὴν ἕξιν ἔχον μόνην τοῦ ποιεῖν μὴ ποιοῦν δὲ οὐκ ἀλλοιοῦται. καὶ ἄλλως δέ· εἰ τὰ τὴν ἕξιν ἔχοντα καὶ ἐν αὐτῷ τῷ ἐνεργεῖν οὐκ ἀπολείπει ἡ ἕξις, ἡ δὲ ἕξις κίνησις, ἀεὶ ἄρα ἐν κινήσει ὁ δημιουργὸς ἔσται ἀεὶ τὴν τοῦ δημιουργεῖν ἕξιν ἔχων. ὥστε, εἰ τοῦτο ἄτοπον, οὐδεμία ἄρα ἕξις ἀλλοίωσίς ἐστιν. ἀλλ' οὐδὲ αὐτὴ ἡ ἐνέργεια ἀλλοίωσίς ἐστιν· οὕτω γὰρ ἂν πάλιν ἀεὶ δημιουργῶν κατ' αὐτοὺς ὁ θεὸς τὸν κόσμον ἀεὶ ἐν ἀλλοιώσει καὶ κινήσει ἔσται. οὐ μὴν οὐδὲ διάθεσίς τις ἄλλη θεωρεῖται μεταξὺ τῆς τε ἕξεως καὶ τῆς ἐνεργείας ἑτέρα τις οὖσα παρὰ ταύτας, ἣν ἄν τις κίνησιν ἢ ἀλλοίωσιν ὀνομάσειεν, ἐπεὶ μηδὲ χρόνος τίς ἐστιν μεταξὺ τοῦ τε μὴ ἐνεργεῖν καὶ τοῦ ἐνεργεῖν, ἀλλὰ τὸ τοῦ μὴ ἐνεργεῖν πέρας ἀρχὴ τοῦ ἐνεργεῖν· χρόνου δὲ μὴ ὄντος οὐδὲ διάθεσις ἑτέρα μεταξὺ τοῦ μὴ ἐνεργεῖν καὶ τοῦ ἐνεργεῖν ἔσται οὐδὲ κίνησις ὅλως· πᾶσα γὰρ κίνησις καὶ μεταβολὴ ἐν χρόνῳ ἐστίν. εἰ τοίνυν μήτε πρὸ τῆς ἐνεργείας μήτε ἐν τῇ ἐνεργείᾳ μήτε μεταξὺ τῆς ἕξεως καὶ τῆς ἐνεργείας ἐνδέχεται ἀλλοίωσίν τινα θεωρεῖσθαι, οὐκ ἄρα ἀλλοίωσιν ὑπομένει ὁ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενος. ὥστε ἐκ πολλοῦ τοῦ ὑπάρχοντος οὐδὲ περὶ τὸν θεὸν οὐδεμία ἀλλοίωσις θεωρηθήσεται μὴ δημιουργοῦντα κᾆτα δημιουργοῦντα. ἐδείξαμεν δὲ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
