# De aeternitate mundi 624

Joannes Philoponus, De aeternitate mundi, Page 624. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/624

ὁ Πλάτων ἀποφάνσεις κατεσκεύασεν· ἐπειδὴ γὰρ αὐτὴν καθ' αὑτὴν θεωρῶν τὴν τοῦ κόσμου φύσιν γινόμενον αὐτὸν εἶναι καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄντα (σῶμα γὰρ ὄντα μεταβολῆς ἄμοιρον εἶναι πάμπαν ἀδύνατον), δοκεῖ δὲ ἐν τῇ αὐτῇ ἀεὶ τάξει διαμένειν ὁ κόσμος καὶ μήτε γίνεσθαι μήτε ἀπόλλυσθαι, διὰ τοῦτο κατ' ἐπίνοιαν αὐτοῦ τὸν θεὸν ἐν τῷ πολιτικῷ χωρίσας καὶ ταύτῃ ἐν μεταβολῇ τε αὐτὸν καὶ ἀταξίᾳ θεωρήσας ἐντεῦθεν συνελογίσατο, ὡς ἡ ἐν τῷ κόσμῳ τάξις καὶ ἐν ταὐτῷ μονὴ οὐκ ἐκ τῆς αὐτοῦ τοῦ κόσμου φύσεως ἀλλ' ἐκ τῆς πρὸς τὸν δημιουργὸν ὑπάρχει συντάξεως. καὶ τί δεῖ συλλογισμῶν ἐξὸν αὐταῖς λέξεσιν ἐν πολιτικῷ τοῦτο βοῶντος ἀκούειν Πλάτωνος, ὡς ὅτι τὴν ἀταξίαν καὶ τὸ ἄλλοτε ἄλλως ἔχειν αὐτὸς ἐκ τῆς αὑτοῦ φύσεως καὶ οὐκ ἐκ τῆς πρὸς τὸν δημιουργὸν σχέσεως ὁ κόσμος ἔχει· λέγει γοῦν ἐν ἐκείνοις ἐπὶ λέξεως ταῦτα ‘τότε τοῦ παντὸς ὁ μὲν κυβερνήτης οἷον πηδαλίων οἴακας ἀφέμενος εἰς τὴν αὐτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία’· εἶτα ἐφεξῆς τὴν συμβᾶσαν ἀταξίαν αὐτῷ καὶ τὸν σεισμόν, οἷον εἰκὸς ἦν ὑπομένειν τὸν κόσμον τοῦ κυβερνοῦντος αὐτὸν θεοῦ στερηθέντα, διηγησάμενος τὴν αἰτίαν τούτων ἐπάγει λέγων ‘τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον τὸ τῆς πάλαι ποτὲ σύν-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
