# De aeternitate mundi 626

Joannes Philoponus, De aeternitate mundi, Page 626. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/626

σιν ἀποδείξωμεν· ἐν γὰρ τῷ λόγῳ, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς Πλάτωνος Τίμαιον ὑπ' Ἀριστοτέλους ἀντειρημένων’, δείξας διὰ πλειόνων, ὅτι καλῶς ὁ Πλάτων τὸν κόσμον καὶ πᾶν τὸ ὁρατὸν γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄν, διότι οὐκ ἔχει αἰώνιον τὴν ὑπόστασιν, τοῦ παντὸς σώματος, καθὼς Ἀριστοτέλης αὐτὸς ἀπέδειξεν, πεπερασμένην ἔχοντος δύναμιν, εἶτα πάλιν δεῖξαι βουλόμενος, ὅτι τὸ ἀεὶ εἶναι τῷ κόσμῳ ἑτέρωθεν καὶ οὐκ ἐκ τῆς αὐτοῦ φύσεως αὐτῷ ἐπιγίνεται, ἐπὶ λέξεως καὶ ταῦτα προστίθησιν ‘οὐδὲ γάρ, ὅπερ ἐπὶ τοῦ ἀεὶ ὄντος ἀληθές, τοῦτο καὶ ἐπὶ τοῦ ἀεὶ γινομένου, τὸ ὑπάρχειν αὐτῷ δύναμιν ἄπειρον διὰ τὸ ἀεὶ γίνεσθαι, ὡς ἐκείνῳ διὰ τὸ ἀεὶ εἶναι· ἀλλὰ τῷ ποιοῦντι τοῦτο, διὸ καὶ τοῦτο ἀεὶ γίνεται προσκτώμενον ἀεὶ τὸ εἶναι διὰ τὸ καθ' ὕπαρξιν ἀεὶ ὂν καὶ ὅσον ἐφ' ἑαυτῷ τὸ ἀεί οὐκ ἔχον. ὥστε ὁ τοῦ γινομένου ὁρισμὸς ἐφαρμόζοι ἂν καὶ τῷ κόσμῳ’· καὶ μετ' ὀλίγα ‘πᾶν ἄρα τὸ γινόμενον αὐτὸ μὲν καθ' αὑτὸ καὶ ἀπολλύμενόν ἐστιν, δεθὲν δὲ ὑπὸ τοῦ ὄντος μένον ἐν τῷ γίνεσθαι τὸ ὅλον τοῦτο γινόμενόν ἐστιν διὰ τὸ εἶναι οὐκ ἀπολλύμενον, ὃ ἐκ τοῦ ὄντος παρεσπάσατο. τὸν γοῦν ὁρισμὸν αὐτὸ καθ' αὑτὸ τὸ γινόμενον ἀπολαβόντα καὶ ἀπολλύμενον αὐτὸ προσεῖπεν ὡς τῇ αὐτοῦ φύσει τοι-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
