# De aeternitate mundi 630

Joannes Philoponus, De aeternitate mundi, Page 630. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/630

ἀλλ' ἐπειδὴ σαφῶς ὁ Πρόκλος ἀπέφηνεν, ὅτι αὐτὸς κατὰ τὴν αὑτοῦ φύσιν οὐκ ἔχει τὸ ἄλλοτε ἄλλως ὥσπερ τὰ μερικά, δηλονότι αὐτὸς κατὰ τὴν αὑτοῦ φύσιν τὸ ἀεὶ ὡσαύτως ἕξει. εἰ οὖν τὸ μὲν ἀεὶ ὡσαύτως ἔχειν ἐκ τῆς ἑαυτοῦ φύσεως ἔχει, τὸ δὲ ἄλλοτε ἄλλως ἐκ τῆς πρὸς τὸν θεὸν συντάξεώς τε καὶ σχέσεως, τὸ ἄρα κρεῖττον ἐκ τῆς ἑαυτοῦ φύσεως ἔχων (λέγω δὴ τὸ ἀεὶ ὡσαύτως ἔχειν) τὸ χεῖρον (τὸ ἄλλοτε ἄλλως) ἐκ τῆς πρὸς τὸν θεὸν ἕξει συντάξεώς τε καὶ σχέσεως. καὶ τί ἂν εἴη τῆς ἀσεβοῦς ταύτης ἐννοίας ἐπέκεινα, εἰ καὶ καθ' ὑπόθεσιν ταῦτα λέγηται; εἰ οὖν τοῦτο ἄτοπον καὶ ἀσεβές, οὐκ ἄρα ἐκ τῆς ἑαυτοῦ φύσεως ἔχει ὁ κόσμος τὸ ἀεὶ ὡσαύτως ἔχειν, ἀλλὰ τοῦτο μὲν ἐκ τῆς πρὸς τὸ ἀεὶ ὂν σχέσεως αὐτῷ ἐπίκτητον προσγίνεται, εἴπερ καὶ ἀθάνατος εἶναι συγχωρηθείη, αὐτὸς δὲ κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ἀεὶ εἶναι οὐχ ἕξει, ὡς καὶ Πλάτωνα καὶ Πρόκλον αὐτὸν ἀλλαχοῦ λέγοντα παρεθήκαμεν. ζʹ. Καὶ εἰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τοῖς θειοτάτοις προσήκει μόνοις, ὁ δὲ κόσμος σώματος κεκοινωνηκὼς οὐ ταύτης ἐστὶν τῆς τάξεως ἀλλὰ γινόμενός ἐστιν καὶ ἀπολλύμενος ὄντως δὲ μηδέποτε ὤν, κοινὸν δὲ τῷ θείῳ παντί, ὡς ἐν τῷ πέρατι τοῦ λόγου φησὶν ὁ Πρόκλος, τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν καὶ πᾶν τὸ θεῶν γένος κακίας ὂν ἄδεκτον καὶ μεταβολῆς ἐστιν ἄδεκτον, ὡς ἐν τῷ ἐνάτῳ τῶν ἐπιχειρημάτων ὁ αὐτὸς ἀπεφήνατο, οὐκ ἄρα ὁ κόσμος θεός ἐστιν οὔτε κατὰ τὰ Πλάτωνι δοκοῦντα οὔτε

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
