# De aeternitate mundi 631

Joannes Philoponus, De aeternitate mundi, Page 631. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/631

κατὰ τὰ τῷ Πρόκλῳ προωμολογημένα. ἀνάγκη οὖν ἢ καὶ τὸν κόσμον τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων εἶναι λέγειν τὸν Πλάτωνα, εἴπερ θεὸν αὐτὸν οἴεται, τὸ δὲ θεῶν γένος μεταβολῆς ἐστιν ἄδεκτον, ἤ, εἴπερ μὴ λέγοι αὐτὸν τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων ἀλλὰ γινόμενον καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄντα, ἔτι δὲ καὶ παρὰ τῆς συντρόφου φύσεως ὅσα χαλεπὰ αὐτόν τε ἔχειν φησὶν καὶ τοῖς ζῴοις ἐναπεργάζεσθαι, καὶ περὶ τοὺς λοιποὺς θεοὺς ἀσεβεῖν, ὡς Πρόκλῳ δοκεῖ κἀκείνους τοιούτους εἶναι λέγοντι (κοινὸν γὰρ αὐτοῖς φησιν πᾶσι τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν), καὶ ἢ ἐπὶ πάντων αὐτὸ φυλάττειν ἢ ἀφ' ἑνὸς ἀθετοῦντας μηδὲ ἐπὶ τῶν ἄλλων ἔχειν τὸ πιστόν. δυοῖν οὖν ἀνάγκη θάτερον, ἢ μὴ θεὸν εἶναι τὸν κόσμον οἴεσθαι Πλάτωνα ἤ, εἴπερ θεὸν αὐτὸν εἶναι λέγων γινόμενον αὐτὸν εἶναί φησιν καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄντα, περὶ ὅλον τὸ τῶν θεῶν γένος ἀσεβεῖν, ὡς ὁ τοῦ Πλάτωνος ἐν τούτοις ἐξηγητὴς κατεσκεύασεν. οὐκοῦν, εἰ τὸ ἐν μεταβολῇ εἶναι τὸν κόσμον ἐναργές τέ ἐστι καὶ διαρρήδην εἴρηται Πλάτωνι, οὐκ ἄρα θεὸν αὐτὸν εἶναι ᾤετο, ἵνα μὴ περὶ ὅλον τὸ τῶν θεῶν γένος ἀσεβῶν ὁ Πλάτων δείκνυται· σαφῶς γὰρ κέκραγεν, ὅτι τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τοῖς θειοτάτοις προσήκει πᾶσιν. ὥστε, κἂν λέγῃ θεὸν εἶναι τὸν κόσμον, ἐκ τῶν Ὀρφικῶν λαβὼν ὁ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
