# De aeternitate mundi 635

Joannes Philoponus, De aeternitate mundi, Page 635. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/635

καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν ὡς οἰκεῖα δηλονότι ἀπαγγέλλουσιν καὶ οὐκ ἀλλότρια. τίνα δὲ ἡμᾶς περὶ τῶν ἰδίων προγόνων ἐκεῖνοι ἐδίδαξαν, οἷς ἀπιστεῖν οὐ θέμις, πιστεύειν δὲ μᾶλλον αὐτοῖς καὶ οὕτω δοξάζειν περὶ θεῶν καὶ λέγειν, εὐθὺς ἐπήγαγεν ‘Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην καὶ τὰ ἑξῆς’. ἢ οὖν καὶ ταῦτα ψιλῶς οὕτως, ὡς εἴρηται, δέχεσθαι καὶ πιστεύειν ἡμᾶς αὐτοῖς ὁ φιλόσοφος ἀξιούτω καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τούτοις οἱ ποιηταὶ ἀκολούθως ἐπισυνάπτουσιν—τὰς ἀθεμιτογαμίας φημί, τὰς καταπόσεις, τοὺς σπαραγμούς, τὰς κατ' ἀλλήλων καὶ τῶν φυσάντων ἐπαναστάσεις καὶ ὅσα ἄλλα ἐπὶ λύμῃ τοῦ τῶν ἀνθρώπων βίου ὑπ' αὐτῶν τιμωμένοις οἱ ποιηταὶ προσῆψαν οὐκ οἶδα πότερον δαίμοσι πονηροῖς εἴπω ἢ κακοδαίμοσιν ἀνθρώποις ἐξ ἀμέτρου κακίας προσλαβοῦσι τὸ γνώριμον, συνεπιθεμένων δηλονότι διὰ βασκανίαν ἐπ' ἀπωλείᾳ τῶν ἀνθρώπων τῶν τῆς πονηρίας πνευμάτων διὰ τὸν ἑκουσίως αὐτοῖς ἐκ τοῦ καλοῦ γενόμενον ὄλισθον—, ὅπερ οὖν εἶπον, ἢ καὶ τούτοις ἄνευ πάσης ἐπεξεργασίας τίθεσθαι λεγέτω τὸν Πλάτωνα ἤ, εἴπερ ταῦτα μυθικώτερον τῇ τῶν ποιητῶν καὶ τῇ τότε κρατούσῃ δόξῃ ἑπόμενος ὁ Πλάτων εἴρηκεν, εἴτε ἐν ὑπονοίαις αὐτὰ πρὸς τῶν ποιητῶν ὑπελάμβανεν εἰρῆσθαι εἴτε χωρὶς ὑπονοιῶν, τῷ αὐτῷ τρόπῳ κατὰ τὸ ἀκόλουθον καὶ τὸ τοῦ θεοῦ ὄνομα τῷ κόσμῳ προσάψαι συγχωρείτω τὸν Πλάτωνα, εἴτε παρὰ τὸ ἀεὶ θεῖν ὠνομα-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
