# De aeternitate mundi 638

Joannes Philoponus, De aeternitate mundi, Page 638. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/638

σωμεν ἢ ἴσμεν ἀκριβῶς ὥσπερ κοινωνοῦντα τοῖς ὀνόμασιν τὰ τοιαῦτα οὕτω δὴ καὶ τοῖς πράγμασιν κατὰ πολὺ διεστῶτα; ὡς οὖν οὔτε νοητὸς ὁ κόσμος οὔτε ἀσώματος, κἂν θεὸς ὀνομάζηται, οὕτω δήπου οὔτε τῶν ἀμεταβλήτων ἔσται καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων οὔτε ἀγένητος· ὡς γὰρ τῇ θείᾳ φύσει ταῦτα ὑπάρχειν Πλάτων προσεμαρτύρησεν, οὕτω καὶ τὸν κόσμον σαφῶς τῶν γινομένων εἶπεν εἶναι καὶ ἀπολλυμένων ὄντως δὲ μηδέποτε ὄντων καὶ διὰ τοῦτο γεγονέναι τε αὐτὸν ἀπ' ἀρχῆς τινος ἀρξάμενον ἔφησεν καί, ἐπείπερ ἐγένετο, οὐκ ἄλυτον οὐδὲ ἀθάνατον εἶναι κατὰ φύσιν, εἰ καὶ διὰ τὴν τοῦ θεοῦ βούλησιν ἐκεῖθεν τὴν ἀθανασίαν ἐπισκευαστὴν προσκτώμενον φυλάττειν τὸ ἀδιάλυτον. πεφώραται ἄρα συνήθως ὁ Πρόκλος ἐκ τῆς ὁμωνυμίας ἀποσυλῶν τὴν ἀλήθειαν καὶ τὰ μὲν διαρρήδην εἰρημένα Πλάτωνι περὶ τῆς τοῦ κόσμου φύσεως παρατρέχων, ψιλῶς δὲ τῆς τοῦ θεοῦ προσηγορίας δραττόμενος καὶ ταύτῃ τὸ ἴδιον καὶ οὐ τοῦ Πλάτωνος συμπεραινόμενος βούλημα. καίτοι πῶς οὐκ ἄτοπον τοῦ αὐτοῦ Πλάτωνος ἅμα καὶ θεὸν εἰπόντος τὸν κόσμον καὶ γενητὸν εἶναι (‘ταῦτα’ γάρ, φησί, ‘ταύτῃ καὶ τὰ περὶ θεῶν ὁρατῶν τε καὶ γενητῶν εἰρημένα φύσεως ἐχέτω τέλος’) τὸ μὲν θεὸν εἶναι κατὰ τὴν τοῦ θεοῦ κυρίως ἐκδέχεσθαι ἔννοιαν, τὸ δὲ γενητὸν εἶναι καὶ γεγονέναι παρακρούεσθαι; οὐδὲ γὰρ τὸ κατ' αἰτίαν μόνον γενητὸν λέγεσθαι τὸν κόσμον ὑπονοεῖν ἐν τούτοις ἐνδέχεται· δι' ὧν γάρ, φησίν, ὁ Πλάτων περὶ φύσεως θεῶν ὁρατῶν τε καὶ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
