# De aeternitate mundi 639

Joannes Philoponus, De aeternitate mundi, Page 639. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/639

γενητῶν εἴρηκεν, σαφῶς παρέστησεν, ὡς οἶδεν καὶ ἑτέρους θεοὺς νοητούς τε καὶ γενητοὺς ὑπάρχοντας. ὥσπερ οὖν τῷ ὁρατῷ τὸ νοητὸν ἀντίκειται, οὕτω καὶ τῷ γενητῷ τὸ ἀγένητον. εἰ οὖν τοὺς ὁρατοὺς θεοὺς κατ' αἰτίαν μόνον γενητοὺς εἶναι βούλεται, καὶ νοητοὺς ἄρα θεοὺς ἀγενήτους ὄντας κατ' αἰτίαν ἀγενήτους εἶναι βούλεται· τῷ γὰρ κατ' αἰτίαν γενητῷ τὸ κατ' αἰτίαν ἀντίκειται ἀγένητον. εἰ δὲ οἱ νοητοὶ θεοὶ κατ' αἰτίαν εἰσὶν ἀγένητοι, οὐδεὶς ἄρα αὐτῶν τοῦ εἶναι αἴτιος. ὥστε οὐκ ἐκ μιᾶς ἀρχῆς τὸ εἶναι ἔχουσιν. οὐκ ἄρα μία τῶν ὄντων ἁπάντων ἐστὶν ἡ ἀρχὴ καὶ αἰτία ἀλλὰ τοσαῦται ἀρχαί, ὅσοι καὶ νοητοὶ θεοί. εἰ οὖν τοῦτο ἄτοπόν τε καὶ τῶν ὑπονοιῶν τῶν Πλάτωνος ἀλλότριον, ὡς ἐκ τῶν αὐτοῦ λόγων πολλάκις ἐδείξαμεν, καὶ μία ἐστὶν ἡ πάντων αἰτία καὶ ἀρχὴ καὶ ἓν μόνον τὸ ἀνάρχως καὶ ἀναιτίως ὄν, οὐκ ἄρα κατ' αἰτίαν εἰσὶν οἱ νοητοὶ θεοὶ ἀγένητοι. εἰ οὖν τοὺς νοητοὺς θεοὺς τοῖς ὁρατοῖς Πλάτων ἀντέθηκεν, οἱ δὲ νοητοὶ ἀγένητοι ὄντες κατὰ Πλάτωνα οὔκ εἰσιν κατ' αἰτίαν ἀγένητοι, εἴπερ πάντων ἕν ἐστιν αἴτιον ἡ πρώτη ἀρχή, οἱ ἄρα αἰσθητοὶ θεοὶ γενητοὶ θεοὶ εἶναι λεγόμενοι οὐ κατ' αἰτίαν μόνον ἀλλὰ καὶ κατὰ χρόνον εἰσὶν γενητοί· εἰ γὰρ τοὺς νοητοὺς ἀγενήτους εἶναι βούλεται οὐχ ὡς ἄνευ αἰτίας ὄντας ἀλλ' ὡς ἀρχὴν τοῦ εἶναι μὴ ἔχοντας, τοὺς ἄρα ὁρατοὺς θεοὺς γενητοὺς εἶναι λέγει ὡς ἀρχὴν τοῦ εἶναι καὶ τῆς ὑπάρξεως λαβόντας. ταῦτα μὲν οὖν, ὡς ἡμῖν ἦν δύναμις, αὐτάρκως καὶ ἐν τῷ ϛʹ διηρθρώσαμεν λόγῳ.

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
