# De aeternitate mundi 645

Joannes Philoponus, De aeternitate mundi, Page 645. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/645

στολῆς θεὸς ἀρχή, θεοὶ δὲ τῆς ἧττον’. καὶ ἐν ἑτέρᾳ δὲ πάλιν πρὸς τὸν αὐτὸν ἕνα φησὶν τὸν τῶν ὄντων ἁπάντων δημιουργὸν εἶναι καὶ ποιητήν. ‘περὶ τὸν πάντων’ γάρ, φησίν, ‘βασιλέα τὰ πάντα ἐστὶν καὶ ἐκείνου ἕνεκα πάντα καὶ ἐκεῖνος αἴτιος πάντων καλῶν’. καὶ ἐν τῷ τετάρτῳ τῶν νόμων θεόν φησιν ἀρχὴν καὶ μέσα καὶ τέλος τῶν ὄντων ἔχοντα εὐθείᾳ περαίνειν. ὥστε, κἂν πλῆθος εἰσάγῃ θεῶν κἂν θεὸν λέγῃ τὸν κόσμον, οὐκ ἀπὸ σπουδῆς οὐδὲ τὰ ἑαυτῷ εἰσηγεῖται δοκοῦντα, ἔθει δὲ ποιητικῷ καὶ κοινῷ τότε χρώμενος ἢ καὶ ἐκ τοῦ θεῖν παρετυμολογῶν, ὡς αὐτὸς εἴρηκεν, θεὸν ὀνομάζει· καὶ οὐκ, ἐπειδὴ θεὸν λέγει, καὶ διὰ τοῦτο καὶ ἀγένητον εἶναι ᾤετο, σαφῶς καὶ γεγονέναι καὶ ἀρχὴν ἔχειν οὐκ εἰπὼν μόνον ἀλλὰ καὶ δι' ἀποδείξεως πιστωσάμενος. αιʹ. Ἀλλ' ἐπειδὴ καὶ τοῦτο ὡς ἰσχυρὸν ὁ Πρόκλος προβάλλεται εἰς ἀπόδειξιν τοῦ ἀγένητον εἶναι τὸν κόσμον λέγειν Πλάτωνα τὸ ἐν τῷ πολιτικῷ ὡς ἐν ὑποθέσει χωρίζειν τοῦ κόσμου τὸν θεὸν καὶ τῷ χωρισμῷ τοῦ θεοῦ εἰς ἀταξίαν αὐτὸν ἐκ τῆς τάξεως

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
