# De aeternitate mundi 97

Joannes Philoponus, De aeternitate mundi, Page 97. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/97

μενον, καθὸ ἔσται ποτέ, οὔπω νῦν ἐστιν ἐνεργείᾳ, ἐπεὶ μηδὲ τὸ ἐσόμενον ποτὲ τοῦ χρόνου μέρος νῦν ἐνεργείᾳ ἐστίν—εἴη γὰρ τὸ μέλλον ἤδη ἐνεστὸς ἐνεργείᾳ—, ἀνάγκη δήπου τὴν ἐσομένην ποτὲ τοῦ κόσμου ὕπαρξιν νῦν δυνάμει εἶναι. οὐκοῦν καὶ ὁ αἴτιος τῆς ἐσομένης τοῦ κόσμου ὑπάρξεως νῦν δυνάμει αὐτῆς ἐστιν αἴτιος· ὥσπερ γὰρ τὸν κόσμον τὸ ἤδη ἐνεργείᾳ ποτὲ εἶναι οὐκ ἀφαιρεῖται τοῦ εἶναι δυνάμει, καθὸ ἔσται ποτέ, διὰ τὸ συνδιαιρεῖσθαι τῷ χρόνῳ τὴν ὕπαρξιν αὐτοῦ, οὕτως οὐδὲ τὸν αἴτιον τῆς τοῦ κόσμου ὑπάρξεως τὸ ἤδη κατ' ἐνέργειαν αὐτὸν γεγονέναι αἴτιον, καθὸ ἤδη ὑπέστη, ἀφαιρεῖται τοῦ εἶναι δυνάμει, καθὸ ἔσται αὐτῷ αἴτιος τοῦ αὖθις εἶναι· ὡς γὰρ ἔχει τὸ γιγνόμενον, οὕτως καὶ τὸ ποιοῦν ἔχειν ἀνάγκη καὶ ἔμπαλιν, ὡς τὸ ποιοῦν, καὶ τὸ γιγνόμενον, ὡς καὶ αὐτὸς πολλάκις ἐν τοῖς ἔμπροσθεν ὁ Πρόκλος εἴρηκεν· εἰ γάρ, καθὸ ἔσται ποτὲ ὁ κόσμος, νῦν αὐτοῦ ἐνεργείᾳ ὁ θεός ἐστιν αἴτιος, ὅταν δὲ τὸ αἴτιόν τε καὶ ποιοῦν ἐνεργείᾳ ᾖ, καὶ τὸ αἰτιατόν τε καὶ γιγνόμενον ἐνεργείᾳ ἔσται, ὡς ἀρτίως λέγοντος τοῦ Πρόκλου ἠκούσαμεν, ἐν αἷς πρὸ ὀλίγου λέξεσιν αὐτοῦ παρεθήκαμεν, καὶ ἡ ἐσομένη ἄρα ποτὲ τοῦ κόσμου ὑπόστασις νῦν ἐνεργείᾳ ἔσται· ὥστε καὶ ὁ ἐσόμενος χρόνος, ἐν ᾧ ἔσται ποτὲ ἡ ἐσομένη τοῦ κόσμου ὕπαρξις, νῦν ἐνεργείᾳ ἔσται· τὸ ἄρα μέλλον ἐνέστηκεν ἤδη κατ' ἐνέργειαν, ὅπερ γελοῖόν τε καὶ ἀδύνατον. οὐκ ἄρα ἐνδέχεται, καθὸ ἔσται ποτὲ ὁ κόσμος, νῦν αὐτοῦ τὸν θεὸν ἐνεργείᾳ εἶναι δημιουργόν. οὐκοῦν εἰ, καθὸ ἔσται ποτὲ ὁ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
