# De opificio mundi 106

Joannes Philoponus, De opificio mundi, Page 106. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/106

ἦν τῆς πεντεκαιδεκάτης ἡμέρας ἀρχή, ἣν πρώτην τῶν ἀζύμων ἑορτάζουσιν, ὡς ἐν αὐτῇ τῆς δουλείας τῶν Αἰγυπτίων ἐλευθερωθέντες, τύπον ἔχουσαν τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ δεσπότου Χριστοῦ τὸν αὐτὸν τῇ ἐξόδῳ τῶν Ἰσραηλιτῶν γενομένης καιρόν, ἐν ᾗ πάντες τῆς δουλείας τῆς ἁμαρτίας καὶ τοῦ θανάτου ἠλευθερώθημεν, ἐν ᾗ καὶ τὸν κόσμον ἤρξατο δημιουργεῖν ὁ θεός, οὐρανὸν καὶ γῆν καὶ τὸ φῶς ἐν αὐτῇ ποιήσας. ἀλλ' οἱ μὲν περὶ τὴν ἕω τῆς πεντεκαιδεκάτης ἐξῆλθον· ὁ δὲ Χριστὸς τὴν τριήμερον πληρώσας ταφὴν τῇ ἑκκαιδεκάτῃ κατὰ τὸν αὐτὸν ἀνέστη καιρόν, ἥτις ἦν τότε μία τῶν σαββάτων. Εἰ οὖν πάσχα τοῖς Ἰσραηλίταις ἦν ὁ μέχρι τῆς ἐξόδου καιρός, μετὰ δὲ τοῦτον ἡ πεντεκαιδεκάτη τοῦ μηνὸς οὐκέτι πάσχα καλουμένη ἀλλ' ἑορτὴ τῶν ἀζύμων, πῶς οὐχὶ προφανέστατον ὡς ἡ πρὸ τῆς ἐξόδου τοῦ λαοῦ νὺξ τῇ τεσσαρεσκαιδεκάτῃ, ἥτις ἦν τὸ πάσχα, συνῆπται; καὶ διὰ τοῦτο καὶ ἡμεῖς τὴν μετὰ τὸ σάββατον νύκτα τῇ ταφῇ τοῦ κυρίου λογιζόμεθα, τῇ δὲ ἑξῆς ὄρθρου βαθέος σκοτίας ἔτι οὔσης τὴν ἀνάστασιν ἑορτάζομεν, ἣν ἐπιφαύσκειν εἰς τὴν μίαν τῶν σαββάτων τὸ εὐαγγέλιον εἴρηκεν· οὐκ ἄρα τὴν μετὰ τὸ σάββατον νύκτα τῇ μιᾷ τῶν σαββάτων λογίζεσθαι δεῖ. Ὅσα μὲν οὖν τῶν Θεοδώρου πιθανότητα εἶχέ τινα τοῦ προηγεῖσθαι τῆς ἡμέρας τὴν νύκτα, διελυσάμην εἰς δύναμιν· ὅσα δὲ γέγραφε δεῖξαι πειρώμενος ὅτι νυκτὸς διάστημα παρέτεινε τὸ σκότος πρὶν γενέσθαι

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
