# De opificio mundi 107

Joannes Philoponus, De opificio mundi, Page 107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/107

τὸ φῶς, ταῖς ἐν γυναικωνίτισι συγκαταλεγέσθωσαν ὁμιλίαις. κγʹ. Διὰ τί Ἑβραῖοι τὴν πρώτην τῆς ἑβδομάδος ἡμέραν μίαν καλοῦσι καὶ τὴν πρώτην τοῦ μηνὸς ὁμοίως, οὐκέτι δὲ ἐπὶ τῶν μηνῶν τὸν μῆνα τοῦ ἐνιαυτοῦ τὸν πρῶτον λέγουσιν ἕνα. ‘Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία’· ἐζήτησαν διὰ τί μὴ εἶπεν ἡμέρα πρώτη, μέλλων ἐπάγειν δευτέραν καὶ μέχρι τῆς ἕκτης· καλῶς δέ τινες ἐπετήρησαν, ὅτι ἰδίωμα τοῦτο τῆς Ἑβραΐδος ἐστὶ διαλέκτου τὴν πρώτην μίαν καλεῖν, ὡς ἐπὶ τὸ πλεῖστον, καὶ τὸν πρῶτον ἕνα. αὐτὸς γοῦν Μωϋσῆς τοὺς τέσσαρας ἀπαριθμούμενος ποταμοὺς ἀντὶ τοῦ εἰπεῖν ὄνομα τῷ πρώτῳ Φεισὼν ‘ὄνομα’ φησί ‘τῷ ἑνὶ Φεισὼν καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηὼν καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις, ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης’. καὶ πάλιν· ‘ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Ἀδᾶ καὶ ὄνομα τῇ δευτέρᾳ Σελλᾶ’. καὶ τὴν νεομηνίαν δὲ μίαν τοῦ μηνὸς ὀνομάζουσιν, ὡς ἐν τῷ Λευιτικῷ· ‘τοῦ μηνὸς τοῦ ἑβδόμου μία τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων’. Καλλίστης οὖν καὶ ἀληθοῦς οὔσης τῆς παρατηρήσεως περιττὸν οἶμαι τὸ ζητεῖν διὰ τί καὶ νῦν τὴν πρώτην μίαν ὠνόμασεν. εἰ μή τις ἄρα φιλοτιμώτερον προσθείη τοῦ ἔθους τὴν αἰτίαν, ἥντινα οἶμαι ταύτην· τὸ πρῶτον καὶ δεύτερον καὶ τρίτον ἐπὶ διαφόρων

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
