# De opificio mundi 113

Joannes Philoponus, De opificio mundi, Page 113. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/113

ὃν ἡ κοινωνὸς αὐτῷ τοῦ βίου γέγονεν Εὔα, λέγων, καὶ τίνες λοιπὸν οἱ ἐξ ἀμφοῖν καὶ οἱ ἐξ ἐκείνων. ἐπ' ἄλλου δὲ τῶν ἐν ταῖς ἓξ ἡμέραις γενομένων ὡς γινομένου πάλιν οὐδενὸς μνήμην πεποίηται· τὸ γάρ ‘συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά’ καὶ τό ‘ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν’ οὐκ ἐπανάληψίς ἐστι τοῦ ὅτι πεποίηκε τὴν γῆν ὁ θεός, ὥς τισι λίαν ἀλόγως ἔδοξεν, ἀλλὰ διδασκαλία τῆς τῶν δύο τούτων στοιχείων φυσικῆς τάξεώς τε καὶ θέσεως καὶ τῆς διακρίσεως αὐτῶν ἀναγκαίας οὔσης, ἵνα καὶ τὰ ἐξ αὐτῶν γίνεσθαι μέλλοντα διακεκριμένην λάβῃ τήν τε γένεσιν καὶ τὴν τροφὴν καὶ τὴν δίαιταν. τοῦτο μὲν οὖν αὐτάρκως ἐδείχθη. γʹ. Ὅτι τὸν πρῶτον οὐρανὸν τὸν ἄναστρον οἶδεν Ἵππαρχος καὶ Πτολεμαῖος· καὶ ὅτι τὸν δεύτερον, ὃν στερέωμα καλεῖ Μωϋσῆς, ἕνα μὲν οὐρανὸν ἴσασι καὶ Ἕλληνες, ἄλλοι δ' ἄλλως αὐτὸν διαιροῦσιν εἰς μέρη, ὡς ἐνόμισαν ἕκαστοι τὴν αἰτίαν τῆς ἐν τοῖς πλανωμένοις ἀνωμαλίας ἀποδιδόναι· καὶ ὡς ἀναπόδεικτοι πᾶσαι αὐτῶν εἰσιν αἱ ὑποθέσεις. Ἐγὼ δὲ σύμφωνον τοῖς οὖσι τὴν Μωϋσέως κοσμογονίαν δεικνὺς καὶ τοὺς ἐν ἀστρονομίᾳ μάλιστα τῶν πρὸ αὐτῶν ἁπάντων εὐδοκιμηκότας Ἵππαρχον καὶ Πτολεμαῖον προσηταιρισάμην μάρτυρας τῆς τοῦ δευ-

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
