# De opificio mundi 114

Joannes Philoponus, De opificio mundi, Page 114. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/114

τέρου γενέσεως οὐρανοῦ, οὓς ἐκ τῶν Μωϋσεῖ γεγραμμένων τὰς ἀφορμὰς λαβόντας οἶμαι τῇ ἀνάστρῳ σφαίρᾳ τῇ ἐξωτάτω πασῶν πρώτους Ἑλλήνων ἐπιστῆσαι· ἥλιον δὲ καὶ σελήνην καὶ τοὺς ἀστέρας ἐν τῇ μετ' ἐκείνην ὑπάρχειν πάντες θέλουσι καὶ αὐτῷ Μωϋσεῖ τοῦτο βουλομένῳ ἀκολουθήσαντες. ἕνα μὲν οὖν τοῦτον οὐρανὸν ἅπαξ ἅπαντες εἶναί φασι καὶ πληθυντικῶς οὐδέποτε αὐτὸν οὐρανοὺς ὀνομάζουσιν Ἕλληνες, ὡς ἡ θεία γραφὴ πολλάκις οὕτω καλεῖ· διὰ δὲ τὴν φαινομένην ἀνωμαλίαν τῆς κινήσεως τῶν πλανωμένων ἄλλαις ἄλλως τῶν ἀστρονόμων ὑποθέσεσι χρησάμενοι, δι' ὧν τὰ φαινόμενα σῴζειν ἐνόμισαν, εἰς πλείονας σφαίρας αὐτὸν ὡς εἰς μέρη διεῖλον. Ἀριστοτέλης γοῦν ἐν τῷ λάβδα τῆς μετὰ τὰ φυσικὰ πραγματείας τὰς τῶν παλαιῶν ἀστρονόμων δόξας ἀπαριθμούμενος καὶ ὡς ἑκάστῳ τῶν πλανωμένων ἀστέρων πλείονας κινήσεις ἀποδεδώκασι, κατά τε τὰς ἀγούσας ἕκαστον σφαίρας οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους ὑποθέμενοι καὶ τὰς ἀνελιττούσας ἐκείνας, ὡς ἔφασαν, συνελὼν ὕστερον ἁπάσας ὁ φιλόσοφος κατὰ τὰς ὑποθέσεις αὐτῶν οὕτω φησίν· ‘ὁ δὴ πασῶν ἀριθμὸς τῶν τε φερουσῶν καὶ τῶν ἀνελιττουσῶν ταύτας πεντήκοντα καὶ πέντε’. Ὅτι δὲ αἱ τοιαῦται ὑποθέσεις ἀναπόδεικτοι παντελῶς εἰσι καὶ μόναι κατὰ ἀλήθειαν ὑποθέσεις πραγμάτων χωρίς, ἥ τε πρὸς ἀλλήλους αὐτῶν διαφωνία δηλοῖ, ἄλλων ἄλλον ὑποθεμένων ἀριθμόν, καὶ ὁ μετὰ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
