# De opificio mundi 12

Joannes Philoponus, De opificio mundi, Page 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/12

σὺν τὴν γῆν’ τὸ μὴ τὸ ἕτερον τοῦ ἑτέρου προηγήσασθαι δείκνυσι. εʹ. Ὅτι τοῖς ἄκροις οὐρανῷ τε καὶ γῇ τὰ μέσα συμπεριείληφεν ὕδωρ ἀέρα καὶ πῦρ. καὶ πῶς ἄκρα φαμὲν οὐρανόν τε καὶ γῆν. Καλῶς δὲ πάντες σχεδὸν ἐξεδέξαντο τοῖς ἄκροις οὐρανῷ τε καὶ γῇ τὰ μέσα συμπεριειληφέναι στοιχεῖα ὕδωρ ἀέρα καὶ πῦρ. πῶς δὲ ἄκρα φημί; ὅτι γῆ μὲν τὸ κέντρον τοῦ παντὸς ἐμπεριείληφε, καὶ ἔστι κάτωθεν μὲν ἀρχὴ πάντων ἡ γῆ, πέρας δὲ τούτων ὁ πάντα περιέχων οὐρανός. τοὔμπαλιν δὲ ἄνωθεν ἀρχὴ μὲν ὁ οὐρανός, πέρας δὲ πάντων ἡ γῆ. μετὰ δὲ οὐρανοῦ τε καὶ γῆς τὰ λοιπὰ τρία περιείληπται στοιχεῖα. καὶ τοῦτο σαφῶς ἐν τοῖς ἑξῆς τὸ λόγιον δέδειχεν, ἐν οἷς ἔφη· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου’, τὸ μὲν ὕδωρ ἄβυσσον εἰπόν, τὸν δὲ ἀφώτιστον ἀέρα σκότος. Καὶ γὰρ καὶ ἡ τῶν παλαιῶν χρῆσις καὶ ἡ συνήθεια πάντων καὶ ἡ θεία γραφὴ τὸ νυκτερινὸν τοῦ ἀέρος κατάστημα καὶ μάλιστα τὸ ζοφῶδες καὶ παντελῶς ἀφεγγὲς ἐκ τῆς ἑπομένης τῷ ἀέρι τοῦ φωτὸς στερήσεως, ἐν ᾧ καὶ τὸ παρ' ἡμῖν ὑφίσταται φῶς, τὸν ὅλον ἀφώτιστον ἀέρα συνῃρημένως ὀνομάζουσι σκότος. κυρίως γὰρ σκότος ἐστὶν ἡ τοῦ φωτὸς ἀπουσία καὶ στέρησις. τοιοῦτόν τι δηλοῦν οἶμαι καὶ τὸ παρὰ τοῖς Αἰγυπτίοις ψηλαφητὸν σκότος εἰρημένον. μηδεμιᾶς

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
