# De opificio mundi 120

Joannes Philoponus, De opificio mundi, Page 120. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/120

αὐτῷ πλεονάζει, ἐν μέσῳ τοῦ ὕδατος αὐτὸ γεγονέναι φησὶ τὸ λόγιον, ἐκ τοῦ παχυτέρου τῶν διαφανῶν καὶ πᾶσι γνωρίμου τοῦτο χαρακτηρίζον· τοῖς πολλοῖς γὰρ διὰ τὸ μὴ ὁρᾶσθαι καὶ τῶν παλαιῶν τισιν οὐκ ἀσήμοις κενὸς σώματος ὁ ἀὴρ εἶναι νομίζεται, καὶ οὐδὲ τοῦ ὀνόματος τοῦ ἀέρος ἐν τῇ κοσμοποιΐᾳ μνήμη γέγονεν. δῆλον δέ, ὅτι καὶ γῆς αὐτὸν καὶ πυρὸς εἰ καὶ ἐλαττόνων μετέχειν ἀνάγκη, ὡς καὶ τοὺς φωστῆρας πλείονος πυρὸς κατὰ Πλάτωνα· μήποτε οὖν καὶ τό ‘ἐν μέσῳ τοῦ ὕδατος’ τοῦτο σημαίνει τὸ μεσότητα εἶναι κατὰ τὴν μῖξιν τῶν ὑγρῶν στοιχείων, ὧν ἑκάτερον ὕδωρ καλεῖν τὸν νομοθέτην ἐδείξαμεν. Τοσαῦτα καὶ περὶ τῆς οὐσίας τοῦ στερεώματος. ϛʹ. Ὅτι Βασίλειος σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ κύκλῳ κινεῖσθαι τοῖς φαινομένοις συμφώνως ὁμολογεῖ καὶ μέσην τοῦ παντὸς εἶναι τὴν γῆν. Τούτων ἱκανῶς εἰρημένων ἐπὶ τὴν τοῦ σχήματος αὐτοῦ μετέλθωμεν ζήτησιν· οἷον γὰρ ἂν εἴη τὸ σχῆμα τούτου, τοιοῦτον καὶ τὸ τοῦ περιέχοντος αὐτὸν ἔξωθεν εἶναι ἀνάγκη. Βασίλειος μὲν οὖν τοῖς φαινομένοις τε καὶ δεδειγμένοις ἀντιβλέπειν οὐκ ἀνεχόμενος κυκλοτερῆ τε τὸν οὐρανὸν καὶ κύκλῳ φέρεσθαι φανερῶς ὁμολογεῖ λέγων οὕτω· ‘μὴ οὖν ἄναρχα φαντάζου τὰ ὁρώμενα, ἄνθρωπε, μηδὲ ἐπειδὴ κύκλῳ σε περιτρέχει

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
