# De opificio mundi 124

Joannes Philoponus, De opificio mundi, Page 124. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/124

ποιεῖ· τοῦτο δὲ τεκμήριον τῆς ἐπὶ τὸ τοῦ παντὸς κέντρον νεύσεώς τε τῶν βαρέων καὶ φορᾶς· ἐφαρμοζούσης οὖν αὐτοῖς τῆς καθέτου, δῆλον ὡς ἐπὶ τὸ κέντρον αὐτοῖς ἐστιν ἡ νεῦσις καὶ ἀσφαλὴς διὰ τοῦτο ἡ στάσις. Ταῦτα καὶ τὰ τοιαῦτα εἰπών τε καὶ λογισάμενος ὁ τοῖς τοῦ θεοῦ δημιουργήμασιν ἐπιβλέψας Βασίλειος, ὥσπερ ἐν ἐπιλόγῳ, φησὶν οὕτω· ‘τούτων ἄν σοι δοκῇ τι πιθανὸν εἶναι τῶν εἰρημένων, ἐπὶ τὴν οὕτω ταῦτα διαταξαμένην τοῦ θεοῦ σοφίαν μετάθες τὸ θαῦμα· οὐ γὰρ ἐλαττοῦται ἡ ἐπὶ τοῖς μεγίστοις ἔκπληξις, ἐπειδὰν ὁ τρόπος, καθ' ὃν γίνεταί τι τῶν παραδόξων, ἐξευρεθῇ· εἰ δὲ μή γε, ἀλλὰ τὸ ἁπλοῦν τῆς πίστεως ἰσχυρότερον ἔστω λογικῶν ἀποδείξεων’. Θέα μοι τοῦ ἀνδρὸς τούτου τὴν ἔνθεον σοφίαν ὁμοῦ καὶ τὴν σύνεσιν· πρὸς γὰρ τοὺς ἐπιστήμονας τῇ ἀποδείξει χρησάμενος, οὐδὲν ἧττον καὶ τοῖς τῶν τοιούτων ἐπαΐειν οὐχ ἱκανοῖς τὸ ἁπλοῦν τῆς πίστεως βέβαιον ἔχειν παρῄνεσεν· ‘ὅτι ἐν τῇ χειρὶ τοῦ θεοῦ τὰ πέρατα τῆς γῆς’. οὗτος εὐσεβοῦς διδασκαλίας τρόπος καὶ τοῖς φαινομένοις ὁμολογεῖν καὶ εἰδέναι, ὡς ἡ τῆς αἰτίας τῶν ὁρωμένων κατάληψις εἰς ὕμνον μᾶλλον ἐγείρει θεοῦ, τοῦ ταῦτα οὕτως ἔχειν τῇ ὑπὲρ νοῦν αὐτοῦ σοφίᾳ διαταξαμένου.

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
