# De opificio mundi 125

Joannes Philoponus, De opificio mundi, Page 125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/125

ηʹ. Ὅτι μέγιστα ἁμαρτάνουσιν οἱ τῶν δημιουργημάτων τοῦ θεοῦ καταψευδόμενοι καὶ τὴν ἰδίαν περὶ αὐτὰ πλάνην τῇ θείᾳ γραφῇ περιάπτοντες. Εἰ δέ τινες διὰ τὸ ἀγύμναστον τῆς ψυχῆς ἐφικνεῖσθαι τῶν εἰρημένων οὐ δυνάμενοι περὶ τὴν συγκατάθεσιν τῶν πραγμάτων ἀσχάλλουσιν, ἀρκέσει τούτοις ἡ σιωπὴ τὴν ἑαυτῶν καλύπτουσιν ἄγνοιαν. καὶ μὴ διὰ τὴν οἰκείαν ἀπειρίαν καὶ τὴν τοῦ λογισμοῦ βραδύτητα τῆς τοῦ θεοῦ δημιουργίας καταψευδέσθωσαν τὰς ἀρὰς τὰς ἐπὶ τῷ ψεύδει φοβούμενοι. ‘οὐαὶ οἱ λέγοντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ, οἱ λέγοντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς’ καὶ ὡς ‘ἀπολεῖ κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος’· ποίας οὖν ἄξιοι ποινῆς οἱ τῶν τηλικούτων ἔργων τοῦ θεοῦ καταψευδόμενοι; ἀκούσονται γὰρ πάντως ὑπ' αὐτοῦ· ‘δι' ὑμᾶς βλασφημεῖται τὸ ὄνομά μου διὰ παντὸς ἐν τοῖς ἔθνεσιν’. Οἱ γὰρ τὰς τῶν οὐρανίων σὺν ἀκριβείᾳ κατειληφότες τηρήσεις καὶ τὴν αἴσθησιν αὐτὴν μαρτυροῦσαν τοῖς λόγοις ἔχοντες περί τε τῶν ἄλλων ὧν ἤδη εἶπον καὶ τῶν ἐκλείψεων ἡλίου τε καὶ σελήνης, καὶ πάντα μεθόδῳ ληπτῇ τοῖς ἐθέλουσι τὰ περὶ αὐτοὺς τοὺς φωστῆρας συμβαίνοντα προλέγοντες καὶ εἰς ἔργον ἐπ' ὄψεσι πάντων δεικνύντες ἐκβαίνοντα, τόν τε χρόνον

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
