# De opificio mundi 126

Joannes Philoponus, De opificio mundi, Page 126. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/126

καθ' ὃν ἐκλείπειν ἄρχονται, τόν τε μέσον καὶ τὸν ἔσχατον, ἐκ μέρους τε ποίου τῶν φωστήρων ἡ τοῦ φωτὸς αὐτῶν ἄρχεται κρύψις καὶ μέχρι τίνος πρόεισι, πόθεν τε ἀνακαθαίρεσθαι ἄρχονται καὶ ποῦ λήγουσι, καὶ διὰ τί μιᾶς οὔσης τῆς ἐκλείψεως μὴ τὸν αὐτὸν χρόνον ἐν ἑκάστῳ τόπῳ ἡ αὐτὴ γινομένη φαίνεται, ἀλλὰ παρ' Ἰνδοῖς μὲν ἐνάτην ὥραν τυχόν, ἐν Αἰγύπτῳ δὲ πέμπτην φέρε ἢ ἁπλῶς ἐλάττονα, τοῖς δὲ περὶ τὸν δυτικὸν ὠκεανὸν τρίτην ἢ δευτέραν, εἰ οὕτως ἡ μέθοδος εὕροι, τοῖς δὲ ἐπὶ τὸ δυτικώτερον ἔτι πρώτην τυχὸν ἢ ὑπὸ γῆν ἔτι τοῦ φωστῆρος ὄντος, τῆς αἰτίας ἑκάστου τούτων τοῖς ἐθέλουσι μαθεῖν ληπτῆς οὔσης· οἱ οὖν ταῦτα καὶ τὰ τοιαῦτα δι' ἐπιστήμης ἐγνωκότες καὶ αὐταῖς ὄψεσι τοῖς φαινομένοις ἐπιστήσαντες, ὅταν ἐντύχωσιν τοῖς τοῦ καλοῦ Θεοδώρου ἤ τινος τῶν κατ' αὐτὸν καὶ τὴν τοσαύτην τῶν λεγομένων ὑπ' αὐτῶν ἀβελτερίαν θεάσωνται, πῶς οὐχὶ τοῦ εὐσεβοῦς ἡμῶν ἀποσκιρτήσουσι δόγματος ὡς αἱ μυῖαι τοῖς ἕλκεσι τῶν σωμάτων ἐπικαθήμενοι καὶ βλάσφημον καθ' ἡμῶν, ἵνα μὴ λέγω κατὰ θεοῦ, στόμα κινήσουσιν τὴν ἐκείνου τῶν λόγων ἀτοπίαν τῷ παντὶ περιάπτοντες δόγματι; ἀλλ' ἐχέτω μὲν ὡς ἔχουσι τὰ ἐκείνων. ἐγὼ γὰρ αὐτὰ καὶ λέγειν ἐπ' ἀληθείας ἐρυθριῶ, ἐφ' οἷς ἴσως ἐκεῖνοι καὶ σεμνυνόμενοι γραφῇ παρέδοσαν· ὡς εἴθε μή. Μικρὰ δὲ περὶ τοῦ σχήματος τῶν οὐρανίων εἰπών, ὅσα καὶ τοῖς τῶν μαθημάτων ἀνηκόοις ὑπάρχει ληπτὰ καὶ τοῖς φαινομένοις ὁμολογούμενα, τὸν περὶ τούτου καταπαύσω λόγον.

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
