# De opificio mundi 13

Joannes Philoponus, De opificio mundi, Page 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/13

γὰρ τότε τῶν οὐρανίων ἀκτῖνος εἰσκρινομένης τῷ ἀέρι διὰ τὴν πολλὴν αὐτοῦ παχύτητα οὕτως ὠνόμασται, οἱονεὶ ψηλαφώντων αὐτὸν τῶν ἀνθρώπων· ἢ ὡς ἕτεροί φασι διὰ τὸ ψηλαφῶντας τὰ στερεμνιώτερα τῶν σωμάτων δίκην τυφλῶν τὰς μεταβάσεις ποιεῖσθαι ἢ καὶ γνωρίζειν τὰ ψηλαφώμενα. τοιοῦτον εἶναι καὶ τὸ πρὸ τῆς γενέσεως τοῦ φωτὸς σκότος ἀνάγκη παντελῶς ἀλαμπές. Καλῶς γὰρ ἔφην τὸ ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου’ τὸν ἀέρα δηλοῦν τὸν μήπω πεφωτισμένον. ἄβυσσος δὲ καλεῖται παρὰ πᾶσι τὸ πολὺ ὕδωρ καὶ εἰς βάθος χωροῦν ἄληπτον ἡμῖν παρὰ τὸ μὴ βύειν εἰς αὐτό. καὶ αὐτοῦ δὲ ὀνομαστὶ τοῦ ὕδατος ἐμνήσθη Μωϋσῆς εἰπών· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος’. τοῖς ὕδασι γὰρ ὁ ἀὴρ ἐπινήχεται. αὐτὸ γὰρ τοῦ ἀέρος τοὔνομα παρὰ τῇ Μωϋσέως οὐκ ἔστι γραφῇ, ὥστε οὐκ ἐσχεδιασμένος ὁ λόγος ἐστὶν οὗτος ὁ διὰ τῶν δύο περάτων καὶ τὰ μεταξὺ συμπεριειληφέναι λέγων ὕδωρ ἀέρα καὶ πῦρ, ἀλλὰ καὶ λίαν τῷ γράμματι σύμφωνος. ϛʹ. Ποῖόν ἐστιν τὸ στοιχειῶδες πῦρ· καὶ ὅτι τὴν θέσιν αὐτοῦ γινώσκει Μωϋσῆς καὶ ὅτι τῶν συνθέτων εἰκότως αἱ τούτων ἀρχαὶ προϋπέστησαν. Πῦρ δὲ οὐ τὴν φλόγα φαμέν· οὐδὲ γάρ ἐστι τοῦτο τὸ στοιχειῶδες πῦρ, ἀλλ' ὑπερβολὴ καὶ ὑπερέξαψις πυρός, ὡς καὶ ἡ χιὼν ἐπίτασις ψυχροῦ· διὸ τούτων

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
