# De opificio mundi 130

Joannes Philoponus, De opificio mundi, Page 130. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/130

δεχομένη τοῦτο πρὸς ἡμᾶς ἀντιπέμπει κάτω. ἀμέλει ἐκεῖνο τὸ μέρος αὐτῆς ἀεὶ φωτίζεται, ὅπερ εἰς τὸν ἥλιον νένευκε, μετὰ μὲν σύνοδον τὸ πρὸς δύσιν—ἐκεῖ γὰρ ὁ ἥλιος ὑπάρχει—μετὰ δὲ πανσέληνον τὸ μὲν πρὸς δύσιν αὐτῆς ἀφώτιστον γίνεται, τὸ δὲ πρὸς ἀνατολὴν ἔτι μένει φωτιζόμενον· ἀνατολικώτερος γάρ ἐστιν αὐτῆς τότε ὁ ἥλιος· ὅταν δὲ τὴν διάμετρον ἀποστάσης τὸ πρὸς ἡμᾶς αὐτῆς μέρος ὅλον ἀντιπρόσωπον τῷ ἡλίῳ γένηται, ὅλον τοῦτο τότε φωτίζεται. Τοῦτο μὲν οὖν οὕτως ἔχον ἐστὶ φανερόν· ἡ δὲ νὺξ οὐδὲν ἄλλο ἐστὶν ἢ σκίασμα γῆς, ὡς ἐδείξαμεν, ὑπ' αὐτὴν τοῦ ἡλίου γενομένου· ἡ δὲ σκιὰ τῆς γῆς τὴν σεληνιακὴν ὑπερβαίνει σφαῖραν κατωτέρω πάντων ὑπάρχουσαν. ὅταν οὖν τὴν διάμετρον ἀποστᾶσα τοῦ ἡλίου ἡ σελήνη πᾶσα φωτίζεται, κατ' αὐτὸν οὖσα τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον, ὃν μόνον ὁ ἥλιος ἀεὶ διέρχεται, μήτε ἐπὶ τὸ βόρειον αὐτοῦ μήτε ἐπὶ τὸ νότιον ἀποκλίνουσα, συμβαίνει τότε τὰ τρία σώματα, σελήνην γῆν ἥλιον κατὰ μίαν γενέσθαι κάθετον. τῆς οὖν σκιᾶς τῆς ἀπὸ τῆς γῆς εἰς αὐτὴν ἐμπιπτούσης τὴν σελήνην, συμβαίνει τότε αὐτὴν τὸ ἐκ τοῦ ἡλίου μὴ δέχεσθαι φῶς· καὶ τοῦτό ἐστι σελήνης ἔκλειψις, ὡς, εἴ γε μηδέποτε βορειοτέρα τοῦ ἡλίου μήτε νοτιωτέρα ἐγίνετο, πάντως ἂν κατὰ μῆνα ἐν συνόδῳ μὲν ἡλιακὴ ἐγίνετο ἔκλειψις, ἐν πανσελήνῳ δὲ σεληνιακή. μένει οὖν ἐκλεῖπον αὐτῆς τὸ ἐκ τοῦ ἡλίου φῶς, ἕως οὗ τὸν κῶνον τῆς σκιᾶς παραλλάξασα τὰς αὐτὰς πάλιν τοῦ ἡλίου δέξηται αὐγάς· τούτων οὕτως ἐχόντων, εἰ πολλάκις ἕκτην ὥραν νυκτερινὴν μεσουρανούσης τῆς

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
