# De opificio mundi 133

Joannes Philoponus, De opificio mundi, Page 133. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/133

Τούτῳ σύμφωνον καὶ τό· ‘διατείνας αὐτὸν ὥσπερ σκηνὴν κατοικεῖν’· καὶ γὰρ αἱ σκηναὶ διατεταμέναι περιφερῶς ἔξωθέν εἰσιν ὡς ἐπὶ τὸ πλεῖστον, ἔδαφος μὲν ἔχουσαι τὴν ὑποκειμένην γῆν, οἶκον δὲ τὸ κυκλοτέρως κάτωθεν, ἄνω στέγης τρόπῳ διεσχηματισμένον εἰς οἴκησιν κατασκεύασμα, ᾧ τὸν κόσμον τὸ προφητικὸν ὡμοίωσε λόγιον. τούτῳ σύμφωνόν ἐστι καὶ τό· ‘ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν’· δέρρεσι γὰρ ἔξωθεν αἱ σκηναὶ περιτειχίζονται, ὡς ἦν καὶ ἡ Μωσαϊκή. Ἀλλὰ καὶ ἕτερον ἡμῖν ἐκ τοῦ αὐτοῦ προφήτου προφέρουσιν οὕτως ἔχον· ‘ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται· οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦνται’. ἡ προκειμένη τοῦ προφήτου φωνή, μᾶλλον δὲ τοῦ θεοῦ, οὔτε τὸ σχῆμα τοῦ οὐρανοῦ δηλοῦν ἐθέλει, οὔτε τὴν οὐσίαν ὅτι λεπτή τίς ἐστιν καπνοῦ δίκην, ἀλλ' ὅτι μηδὲν τῶν ὄντων, κἂν τὸ πάντων εἴπῃς τιμιώτατον, τὸ στάσιμον οἴκοθεν ἔχει καὶ ἀδιάλυτον. εἰπὼν γάρ· ‘ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη’ τοὐτέστιν εὐδιάλυτός ἐστιν καπνοῦ δίκην μὴ ὑπὸ θεοῦ δηλονότι συνεχόμενος, εὐθέως ἐπήγαγε καὶ περὶ τῶν λοιπῶν· ‘ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται’· ὥστε εἰ τό ‘ὡς ἱμάτιον’ μὴ τὴν οὐσίαν ἢ τὸ σχῆμα δηλοῖ τῆς γῆς, ἀλλὰ τὸ φθαρτὴν εἶναι τὴν φύσιν αὐτῆς, οὐδὲ τό ‘ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη’ τῆς οὐσίας αὐτοῦ δηλωτικόν ἐστιν οὐδὲ τοῦ σχήματος,

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
