# De opificio mundi 134

Joannes Philoponus, De opificio mundi, Page 134. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/134

ἀλλὰ τὸ λεγόμενόν ἐστι τοιοῦτον· εἰ καὶ στερέωμα τοῦτον ἐκάλεσα, ὅπερ δηλοῖ τὸ μὴ ἀσθενὲς μηδὲ ῥᾳδίως λυόμενον, διὰ τὸ στερέμνιον αὐτοῦ τῆς συστάσεως, ἀλλ' οὐδὲν ἧττον, ὑπ' ἐμοῦ μὴ συνεχόμενος, ὡς καπνὸς ἐστερεώθη, ὃς ἅμα τῷ γενέσθαι διαλύεται· διὸ καὶ ἐπήγαγεν· ‘οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦνται’· ταῦτα ποῖα; ὁ οὐρανὸς δηλονότι καὶ ἡ γῆ, περὶ ὧν προὔλαβε. πῶς οὖν ὡς ταῦτα ἀπολοῦνται; καπνοῦ δηλονότι τρόπον καὶ ἱματίου παλαιουμένου. Τούτῳ σύμφωνον καὶ τό ‘οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς. καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον εἱλίξεις αὐτούς, ὡς ἱμάτιον, καὶ ἀλλαγήσονται. σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σοῦ οὐκ ἐκλείψουσιν’. ᾧ πάλιν ὅμοιον εἶπεν Ἡσαΐας· ‘εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον ἀντιφρυγόμενον’· ὥστε περὶ τῆς φθορᾶς ἁπάντων τῷ Ἡσαΐᾳ καὶ τῷ Δαυὶδ ὁ λόγος ἐστὶ καὶ τῆς τοῦ παντὸς συντελείας. οὐκ ἐνιαυτοὺς δὲ περιτίθησιν ὁ Δαυὶδ τῷ θεῷ διὰ τοῦ εἰπεῖν· ‘καὶ τὰ ἔτη σοῦ οὐκ ἐκλείψουσιν’, ἀλλὰ τοιοῦτό τί φησιν· οὐχ ὥσπερ τὰ ἔτη τοῦ εἶναι πάντων τῶν ὑπὸ χρόνον ἐκλείπουσιν, οὕτω καὶ τὸ εἶναι τοῦ θεοῦ ἐνιαυτοῖς περιγέγραπται· ὁ αὐτὸς γάρ ἐστιν ἀεὶ καὶ ἀμετάβλητον ἔχει τὸ εἶναι. Οἶμαι δὲ πάλιν ἀπὸ τούτων λαβὼν ὁ Πλάτων τὸν δημιουργὸν τοῖς οὐρανίοις εἰσάγει λέγοντα· ‘ἐπείπερ ἐγένεσθε, ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν· τὸ γὰρ δεθὲν ἅπαν λυτόν· μόνῃ δὲ τῇ ἐμῇ συνεχόμενοι βουλήσει τὸ ἀδιάλυτον ἕξετε’.

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
