# De opificio mundi 137

Joannes Philoponus, De opificio mundi, Page 137. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/137

ἐδήλωσεν ὕστερον συγκεφαλαιωσάμενος τὸν λόγον καὶ εἰπών· ‘καὶ οὐκέτι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. ὃς λαλήσει τε καὶ ἐρεῖ· ἰδὲ τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἔμπροσθεν ἡμῶν’. τὸ αὐτὸ οὖν καὶ ἐπὶ τῆς τοῦ ἡλίου κινήσεως, περὶ οὗ ὁ λόγος ἡμῖν· ‘ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει’. τί δέ ἐστι τὸ ἀνατέλλειν τὸν ἥλιον ἢ τὸ κάτωθεν ἄνω φέρεσθαι; οἷόν ἐστι καὶ τό· ‘ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν’. ὅθεν ἔτι πολὺ μὲν κάτω τοῦ ἀνατολικοῦ ὁρίζοντος ὢν ἀμυδρὸν εἰς ἡμᾶς προεκπέμπει φῶς, πρὸς ὃ δὲ πλησιάζει τούτῳ, λαμπρότερον· ὅπερ καὶ ἐπὶ τῶν πυρσῶν γίνεται πόρρωθεν φαινομένων ἢ ἐγγυτέρω· πρὸς ὃ γὰρ αὐτοῖς πλησιάζομεν, μείζονος τῆς τοῦ πυρὸς αὐγῆς αἰσθανόμεθα. ὅταν δὲ τὸν ἀνατολικὸν ὁ ἥλιος ὑπερκύψῃ ὁρίζοντα, οὐχ ὅλος ἅμα φαίνεται ὁ κύκλος αὐτοῦ, ἀλλὰ πρῶτον βραχύ τι μέρος, εἶτα φέρε τὸ τρίτον, εἶτα τούτου μεῖζον, εἶτα τὸ ἥμισυ, εἶτα τὸ δίμοιρον, εἶθ' ὕστερον ὅλος ὑπερκύπτει τῆς γῆς· ὅπερ ἐνεργεστάτη ἐστὶν ἀπόδειξις ἐκ τῶν ὑπὸ γῆν αὐτὸν ἄνω φέρεσθαι. ἐντεῦθεν τὸ ὑπὲρ γῆν ἡμικύκλιον τοῦ οὐρανοῦ διανύσας δύνει τὸν αὐτὸν τρόπον κατὰ μικρὸν ὑπὸ γῆν γιγνόμενος ὥσπερ ἀνέτειλεν. καὶ πάλιν τὸ ὑπὸ γῆν ἡμικύκλιον διανύσας εἰς τὸν αὐτοῦ τόπον ἕλκει, τὸν ἀνατολικὸν ὁρίζοντα, ἐξ οὗ τὴν ἀρχὴν αὐτοῦ τῆς κινήσεως τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου πεποίηται· εἰ δέ, ὅσον ἔδραμεν ὑπὲρ γῆν, τοσοῦτον ὑπὸ γῆν ἐπ'

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
