# De opificio mundi 141

Joannes Philoponus, De opificio mundi, Page 141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/141

εἰς ἀναίρεσιν τοῦ σφαιρικοῦ σχήματος παραλαμβάνειν τό ‘ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ’· ‘τὸ γὰρ σφαιρικὸν σχῆμα’ φασίν ‘ἄκρα οὐκ ἔχει’. ἀλλ' ἀγνοοῦσιν, ὅτι τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τὸν δυτικὸν ὁ λόγος παρέλαβεν, οὐ τὰ μὴ ὁρώμενα καὶ ὑπὸ γῆν ὑμνῶν, ἀλλὰ μόνα τὰ φαινόμενα. ὁ δὲ Ἔσδρας καὶ σαφῶς τὸ σχῆμα τοῦ οὐρανοῦ διδάσκει λέγων οὕτως· ‘μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανὸς καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος καὶ στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ ἐν μιᾷ ἡμέρᾳ εἰς τὸν κύκλον αὐτοῦ ἔρχεται’. σφαιρικὸν ἄρα καὶ τὸ τοῦ οὐρανοῦ σχῆμα καὶ ἡ τοῦ ἡλίου κίνησις κυκλοτερής. ιαʹ. Ὅτι οὐδαμοῦ ἀκίνητον εἶναι λέγει τὸν οὐρανὸν ἡ γραφή. ‘Ναί’ φασίν ‘ἀλλ' οὐ κινεῖται ὁ οὐρανός, ἀλλ' ἕστηκε· κινοῦνται δὲ σελήνη καὶ ἥλιος καὶ οἱ ἀστέρες· τοῦτο γὰρ ἐδήλωσεν Ἡσαΐας εἰπών· ‘ὁ στήσας ὡς καμάραν τὸν οὐρανόν’ καὶ πάλιν· ‘οὕτω λέγει κύριος ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν’ καὶ πάλιν· ‘ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν’. τὸ οὖν ἑστάναι, φασί, καὶ τεθεμελιῶσθαι καὶ πεπῆχθαι καὶ ἐστερεῶσθαι πόρρω κινήσεώς ἐστιν’.

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
