# De opificio mundi 143

Joannes Philoponus, De opificio mundi, Page 143. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/143

χρόνου μέρος ἐστὶν ἡ ἡμέρα, οὐδὲν δὲ χρόνου μόριον ἕστηκεν, ἀλλ' ἐν μόνῳ τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ὡς καὶ ἡ κίνησις· ἡ γὰρ χθὲς οὐκ ἔστι τῇ σήμερον ἡ αὐτή, οὐδὲ ἡ σήμερον τῇ αὔριον, οὐδ' ἄλλο ὁτιοῦν χρόνου μέρος ἑτέρῳ. τὸ οὖν ἑστάναι καὶ πεπῆχθαι καὶ τεθεμελιῶσθαι καὶ μένειν καὶ μὴ κινεῖσθαι καὶ εἴ τι τοιοῦτον ἕτερον περὶ τῶν ἔργων εἴρηται τοῦ θεοῦ, κοινῶς ἐπὶ πάντων λεχθὲν τὸ διαμένειν ἀμετάβλητον τὴν ἐπ' αὐτοῖς διάταξιν καὶ δημιουργίαν τοῦ θεοῦ δηλοῖ· τοῦτο γάρ ἐστιν τό ‘τῇ διατάξει σου διαμενεῖ ἡ ἡμέρα’, τουτέστιν· οὐκ ἐκλείψει γινομένη ποτὲ ἄλλη μετ' ἄλλην, ἕως ἂν συνεστήκῃ δηλονότι τὸ πᾶν. οἷόν ἐστιν καὶ τὸ εἰρημένον μετὰ τὸν κατακλυσμὸν τῷ Νῶε· ‘σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι’, τουτέστιν· οὐ παύσονται γινόμενα καὶ ἀπολλύμενα ταῦτα, ἕως ἂν εἶναι τὸ πᾶν ἐθέλῃ θεός. τὸ ἐπὶ πᾶσιν οὖν τοῦ θεοῦ κέλευσμα οὐ διαλείψει, ἕως ἂν μένειν ἐθέλῃ πάντα θεός. Τὸ δὲ τοῦ ἀποστόλου· ‘καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ ἄνθρωπος’ οὐχ οὕτω περὶ τοῦ οὐρανοῦ μοι λελέχθαι δοκεῖ, καθά τινες ἔφασαν, ὡς περὶ τοῦ κυριακοῦ σώματος, εἰ ἐπιστήσειέ τις ἀκριβῶς τῷ τόπῳ κατὰ τὸ εἰρημένον· ‘καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν’. καὶ τό· ‘λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν. αὐτὸς δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
