# De opificio mundi 144

Joannes Philoponus, De opificio mundi, Page 144. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/144

αὐτοῦ’· τὴν μὲν γὰρ σκηνὴν τοῦ ἰδίου σώματος αὐτὸς ἔπηξεν. ‘ἡ σοφία γὰρ ᾠκοδόμησεν ἑαυτῇ οἶκον’. καὶ ὁ ἄγγελος πρὸς τὴν παρθένον· ‘πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι’. τὴν δὲ σκηνὴν τοῦ ἐν Ἱερουσαλὴμ ναοῦ καὶ αὐτὴν τὴν Μωσαϊκὴν ἄνθρωποι συνεπήξαντο. ταῦτα μὲν οὕτως ἀληθείας ἔχει. ιβʹ. Πλείονες ἀποδείξεις, ὅτι ἡ καθ' ἡμέραν τῶν οὐρανίων ἐξ ἀνατολῆς ἐπὶ δυσμὰς κίνησις οὐ τῶν ἀστέρων ἐστὶν ἀλλὰ τοῦ στερεώματος. Ὅτι δὲ αὐτὸς κινεῖται ὁ οὐρανὸς τὴν καθ' ἡμέραν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς κίνησιν καὶ οὐχὶ καθ' αὑτοὺς οἱ ἀστέρες, ἤδη μὲν συναπεδείχθη μικρῷ πρότερον, ὅτε σφαῖραν εἶναι τὸν οὐρανὸν ἐδείκνυμεν καὶ τῶν ἡμισφαιρίων ἑκάτερον αὐτοῦ καθ' ἑκάστην νύκτα τὸ μὲν δύνειν, τὸ δὲ ἀνατέλλειν συνεφελκομένων καὶ τῶν ἐν αὐτοῖς ἀστέρων. οὐ γὰρ ἔξω τοῦ στερεώματος ἢ κινεῖσθαι τοὺς ἀστέρας ἢ ὅλως εἶναι δυνατὸν ἐν αὐτῷ τεθέντας ὑπὸ θεοῦ· ‘ἔθετο γὰρ αὐτούς’ φησίν ‘ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς’. οὐδὲν δὲ κωλύει καὶ νῦν αὐτὸ καθ' αὑτὸ τοῦτο δεῖξαι συντόμως καὶ τοῖς τῶν μαθημάτων ἀπείροις. Ὁ γαλαξίας τῶν μεγίστων ὑπάρχει κύκλων εἷς καὶ μόνος αὐτῶν διὰ τὸ χρῶμα ταῖς ὄψεσιν ἡμῶν ὑποπίπτει, ἐξ οὗ καὶ τὴν ὀνομασίαν εἴληφεν. ἔστιν δὲ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
