# De opificio mundi 148

Joannes Philoponus, De opificio mundi, Page 148. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/148

τέρου τυχὸν εἴη τριπλασίων, τῶν δὲ περὶ τοὺς πόλους τετραπλασίων, ἀνάγκη πᾶσα καὶ τὴν ταχυτῆτα τῶν κινήσεων τῶν ἀστέρων τῶν ἐπ' αὐτοῦ τετραπλασίονα μὲν ὑπάρχειν τῶν ἐν τοῖς κύκλοις τοῖς περὶ τοὺς πόλους, τριπλασίονα δὲ τῶν ἐν τοῖς τροπικοῖς. καὶ οὕτως ἐπὶ πάντων ὑποτίθεσθαι ἀνάγκη συναυξανομένου ἢ συμμειουμένου τοῖς τῶν κύκλων διαστήμασι τοῦ τάχους τῶν κινήσεων τῶν ἐπ' αὐτοῖς ἀστέρων, εἰ μὴ τοῖς φαινομένοις ἀντιβλέπειν ἐθέλοιμεν· ἀλλ' ἀποκληρωτικόν, ὡς ἔφθην εἰπών, τοῦτο καὶ παντελῶς ἄλογον. εἰ οὖν μήτε ἰσοταχεῖς οἱ ἀστέρες μήτε ἀνισοταχεῖς εἶναι δύνανται, οὐδ' ἄρα τὴν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς καθ' αὑτοὺς οὗτοι κινοῦνται, ἀλλὰ τὸ στερέωμά ἐστιν τὸ κινούμενον συνεφέλκον ἑαυτῷ τοὺς ἀστέρας. ιγʹ. Ὅτι τοὺς μὴ τοῖς πράγμασιν ἐπιστῆσαι δυνηθέντας ἐχρῆν τοῖς πλείοσι καὶ σοφωτέροις τῆς ἐκκλησίας διδασκάλοις ἀκολουθήσαντας μὴ διὰ τὴν ἰδίαν ἄγνοιαν μῶμον τῷ παντὶ δόγματι προσάπτειν. Τούτων δεδειγμένων αὐτοὶ μὲν ἔρημοι τῆς ἀπὸ τῶν θείων γραφῶν μαρτυρίας ἐφάνησαν, τὸ δὲ ἀληθὲς καὶ ἐξ αὐτῶν ἐδείχθη συνηγορούμενον. ἔδει οὖν τοὺς οὕτως ἄτοπα περὶ τοῦ οὐρανοῦ μυθολογήσαντας, εἰ καὶ μὴ τοῖς πράγμασιν ὡς ἔχουσιν ἐπιστῆσαι δεδύνηνται, μηδέ που τῶν ἱερῶν λογίων τὸ δοκοῦν αὐτοῖς εἰρημένον εὑρήκασιν, ὁρῶντας ὅμως Βασίλειον τὸν μέγαν καὶ τοὺς ἱεροὺς Γρηγορίους Ἀθανάσιόν τε τὸν

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
