# De opificio mundi 15

Joannes Philoponus, De opificio mundi, Page 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/15

ἐδήλωσεν ἐν οἷς ἔφη· ‘καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ’ τουτέστιν ἐκ τοῦ πλησιάζοντος τῷ οὐρανῷ τόπου, μεθ' ὅν ἐστιν, ὡς ἔφθην εἰπών, τὸ ὑπέκκαυμα. Ὥστε ἅμα τῷ οὐρανῷ καὶ ἡ τῶν τεσσάρων στοιχείων συνυπέστη φύσις, ἐξ ὧν τὰ σύνθετα γέγονεν. ἀκολούθως οὖν καὶ τῇ φύσει συμφώνως πρὸ τῶν συνθέτων ἁπάντων ὑφεστάναι φησὶν ὁ νομοθέτης τὰ στοιχεῖα τούτων, ἐξ ὧν ὕστερον ἐκεῖνα γεγόνασιν. εὔλογον δὲ καὶ τὸν περιεκτικὸν τοῦ κόσμου παντὸς οὐρανὸν συνεστάναι πρῶτον, ἐπεὶ καὶ τῆς μεταβολῆς τῶν ὑπὸ φύσεως γινομένων ὑπάρχει τῇ κινήσει συναίτιος. ζʹ. Ὅτι τὴν ἐξωτάτω πασῶν σφαῖραν καὶ ἄναστρον Ἵππαρχος καὶ Πτολεμαῖος ἐκ Μωϋσέως τὰς ἀφορμὰς λαβόντες πρῶτοι ὑπέθεντο τοῖς πρὸ αὐτῶν ἀγνοουμένην. Εἰ δέ τις ἀπιστοίη τῷ προφήτῃ πρὸ τῆς καλουμένης ἀπλανοῦς οὐρανὸν ἕτερον ἔξωθεν ὑποτιθεμένῳ, ὡς μηδενὸς τοῦ εἶναι τοῦτον τεκμηρίου ὄντος, ὑπομιμνησκέτω ἑαυτόν, ὡς οὐδὲ τῶν πρὸ Πτολεμαίου καὶ Ἱππάρχου μαθηματικῶν οὐδὲ εἷς τὴν ἐνάτην καὶ πασῶν ἔξωθεν σφαῖραν ᾔδει τὴν ἄναστρον. ὀκτὼ δὲ μόνας ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ Πλάτων ᾤετο, ἀλλ' ἔκ τινων τηρήσεων Ἵππαρχος καὶ Πτολεμαῖος τὴν

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
