# De opificio mundi 157

Joannes Philoponus, De opificio mundi, Page 157. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/157

ιζʹ. Ὡς ἐν ἐπιλόγῳ περὶ τῆς τάξεως τῶν τοῦ κόσμου μερῶν, καὶ διὰ τί οὐρανὸς ἐκλήθη τὸ στερέωμα καὶ ὁ ἀήρ. Ταῦτα μὲν οὖν ἐγὼ πρὸς ἐμὴν εἴρηκα δύναμιν. εἰ δέ τις καθαρότητι λογισμῶν κρειττόνως τῇ σημασίᾳ τῶν προφητικῶν ἐπιβάλοι λέξεων μετὰ τοῦ μὴ δοκεῖν τοῖς φαινομένοις τι λέγειν ὑπεναντίον, κρατείτω τὸ ἀληθέστερον· μηδὲν γὰρ ἔστω μηδενὶ τῆς ἀληθείας ἐπίπροσθεν. τίς δὲ τῆς τάξεως, καθ' ἣν τὸ στερέωμα γέγονεν, ἡ αἰτία καὶ τῶν ἐφεξῆς ἑκάστου κοινότερον εἰπεῖν ἀναγκαῖον. Δυνατὸν μὲν οὖν ὑπῆρχεν ὡς ἀπειροδυνάμῳ τῷ θεῷ ὁμοῦ πάντα παραγαγεῖν μόνῳ βουλήματι· εἰ δ' ὅλως ἀρχὴν ἔχει τοῦ εἶναι τὸ πᾶν—καὶ τοῦτο λόγῳ δέδεικται καὶ τὰ θεῖα βοᾷ πανταχῇ λόγια καὶ τῶν παλαιῶν ἕως Ἀριστοτέλους οἱ φυσικοὶ πάντες, ὡς αὐτὸς εἴρηκεν Ἀριστοτέλης—πῶς οὐκ εὔλογον ἐν ἀκολούθῳ τινὶ τάξει τῶν μερῶν ἕκαστον ὑποστῆναι τοῦ κόσμου; τούτου δὲ οὕτως ἔχοντος τὰ μὲν στοιχεῖα τὴν οὐσίαν ἁπλῆν καὶ ἀσύνθετον ἔχοντα προϋπέστη δικαίως· τὰ ἁπλᾶ γάρ ἐστι τῶν συνθέτων πρῶτα φύσει, πολλάκις δὲ καὶ τῷ χρόνῳ· ὅσα δὲ ἐξ ἐκείνων σύγκειται, μετ' ἐκεῖνα τὴν γένεσιν ἀκολούθως εἴληφε, καὶ τούτων ἕτερον ἑτέρου κατά τινα λόγον φυσικὸν πρῶτον ὑπῆρξεν ἢ δεύτερον. ὁ δὲ οὐρανὸς ὡς ἅπαντα περιέχων καὶ οἷον ὅρος ὢν ἁπάντων καὶ συνοχὴ προϋπῆρξεν ὁμοῦ πάντων καὶ αὐτῆς δὲ τῆς σὺν αὐτῷ γενομένης γῆς ἐν τῇ συναριθμήσει τὸ πρεσβεῖον ἔσχεν.

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
