# De opificio mundi 160

Joannes Philoponus, De opificio mundi, Page 160. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/160

οὕτως ἐπὶ τὰ πρόσγεια κατελθεῖν καὶ γυμνώσαντα τῶν ὑδάτων τὴν γῆν τῶν καρπῶν λοιπὸν προστάξαι τὴν βλάστησιν τὸν θεόν. τίς οὖν ἡ αἰτία τοῦ μὴ τῇ τάξει ταύτῃ τὴν φυσιολογίαν τῶν εἰρημένων παραδοῦναι τὸν Μωϋσῆν; Πολλάκις εἶπον ὡς εἰσαγωγικὸν εἰς θεογνωσίαν τοῖς ὑπ' αὐτὸν τελοῦσι τὸ βιβλίον τοῦτο γέγραφε μακρὸν Αἰγυπτίοις συντραφεῖσι χρόνον καὶ τῆς ἐκείνων ἀσεβοῦς ἀναπεπλησμένοις λατρείας. βάρβαροι δὲ σχεδὸν ἅπαντες μέχρι νῦν, ὅσοι μήπω τὸ Χριστοῦ μυστήριον παρεδέξαντο, θεοὺς εἶναι ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας νομίζουσι. καὶ μάλιστα τῷ ἡλίῳ τὴν τῶν καρπῶν ἀνατιθέασι γένεσιν, ὅτε καὶ Ἀριστοτέλης φησίν· ‘ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος’· ὅτι γὰρ τοῖς τῶν Αἰγυπτίων σεβάσμασι τὸ τῶν Ἑβραίων συναναπεφυρμένον ὑπῆρχε γένος ἔδειξαν, ὅτε Μωϋσῆς ἐν τῇ νεφέλῃ μὴ ὁρώμενος αὐτοῖς τεσσαράκοντα διέτριψεν ἡμέρας· μόσχον γὰρ εὐθὺς πεποιηκότες χρυσοῦν, εἴδωλον Ἄπιδος, ὃν Αἰγύπτιοι θεὸν ἐγχώριον ἔχουσι, καὶ τοῦτο θεοποιήσαντες καὶ τῶν τοσούτων ἐκ θεοῦ τεραστίων ἐπιλελησμένοι τετολμήκασιν εἰπεῖν· ‘οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου’ καὶ ταῦτα τοῦ θεοῦ λέγοντος ἀκηκοότες· ‘ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῷ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
