# De opificio mundi 161

Joannes Philoponus, De opificio mundi, Page 161. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/161

οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου’. τοὺς τοιούτους οὖν, ὡς εἶπον, εἰς θεογνωσίαν ἀγαγεῖν βουλόμενος Μωϋσῆς τὴν γένεσιν τῶν ἀστέρων ἡλίου τε καὶ σελήνης ὑστέραν τῶν ἀπὸ γῆς βλαστησάντων γεγονέναι παρέδωκε, διδάσκων αὐτοὺς μὴ ὡς θεοῖς προσανέχειν αὐτοῖς, κἂν ὕστερον ἐν τῇ φυσικῇ γενέσει λοιπὸν ὁ ἥλιος τῶν γιγνομένων, ὡς καὶ τὰ λοιπὰ στοιχεῖα, συναίτιός ἐστι τοὺς καιροὺς τῇ ἑαυτοῦ κινήσει ποιῶν ἔαρ θέρος μετόπωρον χειμῶνα καὶ τὴν ἐντεῦθεν εὐκρασίαν τοῦ περιέχοντος, ἐξ ἧς ἡ τῶν καρπῶν βλάστησις γίνεται. διὰ τοῦτο μόνῳ τῷ θείῳ προστάγματι Μωϋσῆς τὰ πρωτόγονα φυτὰ καὶ ζῷα παρῆχθαι διδάσκει μὴ δεηθέντα τοῦ μήπω ὄντος ἡλίου. ἡ μὲν οὖν πρώτη καὶ κυριωτάτη τῆς τάξεως αἰτία τῶν προκειμένων ἀληθής τε, οἶμαι, καὶ τῷ σκοπῷ τοῦ προφήτου συμβαίνουσα. ἔστι δὲ καὶ ἑτέραν εἰπεῖν φυσικὴν καὶ τοῖς προειρημένοις ἤδη λίαν ἀκόλουθον· ἐν ἀρχῇ μὲν γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα τὸ φῶς, τρίτον ὑπέστησε τὸ στερέωμα. εἰπὼν δὲ Μωϋσῆς ‘ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος’ τὴν αἰτίαν τούτων εὐθὺς διδάσκει. πῶς μὲν οὖν ἀόρατος οὖσα γέγονεν ὁρατή, δέδειχεν εἰπών· ‘συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά’. τούτῳ δὲ συνῆψεν εὐθὺς καὶ τὸ πῶς ἀκατασκεύαστος ἦν· καλυπτο-

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
