# De opificio mundi 163

Joannes Philoponus, De opificio mundi, Page 163. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/163

κατὰ τὸν ἐκκλησιαστήν ‘ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν’ εἰπόντα, μὴ τούτῳ περιγεγραμμένη τῷ σχήματι, ὡς ἕκαστον αὐτῆς μόριον ἐπὶ τὸ κέντρον νεύειν τοῦ παντὸς καὶ πανταχόθεν αὐτῇ διδόναι τὸ ἀρρεπὲς καὶ τὸ ἀκίνητον. καὶ δῆλον ὅτι τὸ ὕδωρ συνεσχημάτιστο αὐτῇ πανταχόθεν αὐτὴν περιέχον καὶ τὴν δευτέραν μετ' αὐτὴν θέσιν τε καὶ τάξιν κατὰ φύσιν στέργον. τῷ ὕδατι δὲ τρίτος ἐπίκειται φυσικῶς ὁ ἀήρ· διόπερ ἐπήγαγε· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος’. Τούτου δὲ ἀληθοῦς ὄντος πᾶσά πως ἦν ἀνάγκη μήπω τότε μήτε κοιλότητας ἔχειν τὴν γῆν μήτε τὰς τῶν ὀρῶν ὡς εἰκὸς ἐπαναστάσεις· οὕτω γὰρ ἂν αὐτῆς καὶ μόνως τὸ σφαιρικὸν ἐσῴζετο σχῆμα· ἀνάρχου γὰρ ὄντος τοῦ κόσμου καὶ οὕτως ἀεὶ ἐχόντων, ὡς νῦν ἔχουσι, τῶν μερῶν τῆς γῆς, τῶν μὲν αὐτῆς ἐπὶ πλεῖστον ὕψος ὑπερτεινόντων—πολλὰ γάρ ἐστι τῶν ὀρῶν ὑπερνεφῆ τε καὶ ὑπερήνεμα—τῶν δὲ εἰς βάθος ἀχανὲς κοιλαινομένων ὡς τοῦ κέντρου σχεδὸν μὴ πολὺ λείπεσθαι, ὧν τὰ μέγιστα νῦν ὑδάτων πεπλήρωται, ἑτέρων δὲ πεδιάσιν ὁμαλαῖς ἐκτεταμένων, οὐδέποτε αὐτὴν εἶναι σφαιρικὴν τῶν ἐνδεχομένων ὑπῆρχε. Μόνος οὖν Μωϋσῆς διὰ τῶν εἰρημένων τὸ σχῆμα τὸ σφαιρικὸν αὐτῆς εἰλικρινὲς ὑπάρχον ἔδειξε, κατὰ τὴν ἀρχὴν τῆς τοῦ κόσμου γενέσεως πανταχόθεν αὐτὴν ὑπὸ τοῦ ὕδατος εἰπὼν καλύπτεσθαι, ὡς ἀόρατον αὐτῆς ἅπασαν εἶναι τὴν ἐπιφάνειαν, ὅπερ ἐν μόνω συμβαί-

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
