# De opificio mundi 164

Joannes Philoponus, De opificio mundi, Page 164. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/164

νειν ἀνάγκη τῷ σφαιρικῷ σχήματι· καὶ τὴν φυσικὴν δὲ τῶν στοιχείων θέσιν τε καὶ τάξιν μόνος ἀπέδωκεν ἀκριβῶς, γῇ μὲν εἰπὼν τὸ ὕδωρ ἐπεῖναι, ὕδατι δὲ τὸν ἀφώτιστον ἀέρα, ὡς ἐν τῷ πρώτῳ δεδείχαμεν. γʹ. Ὅτι ἅμα τῷ θείῳ προστάγματι τοῦ συναχθῆναι τὸ ὕδωρ δοχεῖά τε τούτῳ γέγονε κοιλαινομένης τῆς γῆς, καὶ ἕτερα μόρια ταύτης εἰς ὕψος ᾔρετο. Ἐπεὶ οὖν ἔδει καὶ τὴν γῆν τοῦ ἰδίου κόσμου τυχεῖν καὶ τροφὴν βλαστῆσαι τοῖς οἰκεῖν αὐτὴν μέλλουσι ζῴοις καὶ χώραν δοθῆναι τούτοις οἰκήσεως, συναχθῆναι τὸ ὕδωρ εἰς συναγωγὰς ὁ θεὸς κελεύει καὶ τὴν γῆν ὀφθῆναι ξηράν, ὡς εἶχε φύσεως. ἅμα δὲ τῷ θείῳ νεύματι τὰ μὲν εἰς βάθος μόρια τῆς γῆς ἐκοιλαίνετο, ὅσα πρὸς ὑποδοχὴν ἤρκει τοῖς ὕδασι, τὰ δὲ εἰς πεδιάδας ὑπελείπετο· καὶ ἐπειδήπερ τὰ ἀναπληροῦντα πρότερον τὰς μήπω γενομένας τῆς γῆς κοιλότητας οὔτε εἰς τὸ μὴ ὂν ἐφθάρη οὔτε τῆς περιμέτρου τῆς γῆς ὑπερεξέπιπτεν, ὅπερ ἀδύνατόν τε καὶ ἄτοπον ὑποτίθεσθαι, τί λείπεται ἢ τὰ φαινόμενα νῦν τῶν ὀρῶν ὕψη τῆς ἐπιφανείας ὑπεραναστῆναι τῆς γῆς τῶν δοχείων εἰς ἃ τὸ ὕδωρ ἤμελλε συρρεῖν ὑποχωρήσαντα; εἰ γὰρ καὶ ποταμοὶ καὶ πολλὰ μέρη τῆς θαλάσσης ἔσθ' ὅτε μετακοιτάζονται, ἕτερα δὲ τῇ προσχώσει τούτων ἀπογεούμενα πρὸς ὕψος αἴρεται, ὧν ἡ ἱστορία πλήρης ὑπάρχει—καὶ τὰ κάτω γοῦν τῆς Αἰγύπτου μέρη

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
