# De opificio mundi 17

Joannes Philoponus, De opificio mundi, Page 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/17

ἀλλὰ μετὰ τὰ ἀόρατα καὶ νοούμενα τῶν ὁρατῶν τούτων καὶ αἰσθήσει ληπτῶν τὴν ἀρχὴν τῆς ὑπάρξεως διηγεῖται’ ἐπιπηδᾷ τούτῳ Θεόδωρος ὁ τῆς Μοψουεστίας γενόμενος ἐπίσκοπος, μηδὲν ἕτερον προϋπάρχειν τῶν αἰσθητῶν σωμάτων βουλόμενος, ἀλλ' ὁμοῦ τούτοις καὶ τὰς νοερὰς καὶ ἀοράτους τῶν ἁγίων ἀγγέλων οὐσίας παρῆχθαι, καὶ ταῦτα τοῦ προφήτου περὶ τούτων γεγραφότος οὐδέν· δίκαιον οὖν ἐπισκέψασθαι τὰ κατηγορημένα καὶ τὸ φαινόμενον ἡμῖν ἐπὶ τούτοις εἰπεῖν· ἄρχεται δὲ τῆς κατηγορίας Θεόδωρος ἐν τῷ πρώτῳ τῶν εἰς τὴν Γένεσιν ἐντεῦθεν· ‘εὔηθες δὲ οὐχ ἧττον, ὅταν καὶ τῶν εὐσεβεῖν ἐπαγγελλομένων καὶ ταῖς θείαις πείθεσθαι προσποιουμένων γραφαῖς ἀγγέλους ἤ τινας ἀοράτους δυνάμεις ἔνιοι πρὸ τῶν ὁρωμένων νομίζωσιν εἶναι, οἱ μηδεμίαν ἐκ τῆς θείας γραφῆς ἀπόδειξιν παρασχέσθαι τούτου δυνάμενοι’. Ταῦτα μὲν οὖν εἰς τὴν ὁσίαν Βασιλείου μνήμην ἐνύβρισεν, καὶ εἴ τινα ἄλλον [οὐκ οἶδα εἰπεῖν] συμπεριείληφε τῷ ἐγκλήματι. ὅσα δὲ τούτοις ἐφεξῆς ὡς ἔκ τινων ἐν χριστιανοῖς τελούντων διηπορημένα τίθησι, μὴ δεῖν λεγόντων καθ' ἑαυτὸν εἶναι τὸν θεὸν πρὸ τῶν δημιουργημάτων καὶ διὰ τοῦτο τὰς ἀγγελικὰς

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
