# De opificio mundi 179

Joannes Philoponus, De opificio mundi, Page 179. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/179

ὑδάτων ἐκάλεσε θάλασσαν. ὁ δὲ Ἀκύλας λέξιν πρὸς λέξιν σχεδὸν τὸ Ἑβραϊκὸν μεταβαλὼν ἐν πολλοῖς ὡς καὶ ἐνταῦθα τὴν Ἑλληνικὴν οὐ φυλάττει σύνταξιν. θʹ. Ὅτι οὔτε ποταμοὺς οὔτε λίμνας εἰκὸς ἦν πρὸ τῆς τοῦ κόσμου συμπληρώσεως ὑπάρχειν. Ὑπομνηστέον δὲ κἀκεῖνο Βασιλείῳ καλῶς εἰρημένον ὅτι συναγωγὰς καὶ συστήματα μέγιστα ἀκουστέον καὶ ταύτας κληθῆναι θαλάσσας, ὧν καὶ πρὸ τούτων ἐμνήσθημεν, οὐ γὰρ δὴ λίμνας ἢ τέλματα ἢ τοιαύτας τινὰς ἀθροίσεις ὑδάτων· οὐδὲ γὰρ ἦσαν, οἶμαι, τὴν ἀρχὴν μήπω τοῦ κόσμου συμπεπληρωμένου· πολλὰς γὰρ τοιαύτας ἄλλας ἀλλαχοῦ κατὰ χρόνον ὕστερον γενομένας εὑρίσκομεν καὶ ἄλλας ἐκδαπανωμένας· ἀλλ' οὐδὲ τοὺς ποταμοὺς συμπαραληπτέον· οὐδὲ γὰρ στάσιμον ἀλλὰ ῥυτὸν ἔχουσι τὸ ὕδωρ εἰς τὰς γενομένας συναγωγὰς τῶν θαλασσῶν ἀπορρέον· οὐδ' εἶναι τούτους πρὸ τῆς τοῦ κόσμου τελεσιουργίας νομίζομεν ἐκ τῆς νῦν αὐτῶν γενέσεως οὐκ ἀλόγως τοῦτο στοχαζόμενοι· εἰ γὰρ ἐξ ὑετῶν τὴν γένεσιν ἔχουσιν, οὔπω δὲ ὑετὸς ἦν— ‘οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τῆς γῆς’ φησὶ Μωϋσῆς ‘πρὸ τοῦ γενέσθαι πᾶν χλωρὸν ἀγροῦ καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι’—οὐκοῦν οὐδὲ ποταμοὺς εἰκὸς ἦν εἶναι τότε οὐδὲ τὰς ἐκ τούτων συνισταμένας λίμνας· μετὰ γὰρ τὴν τῶν ὑδάτων συναγωγὴν καὶ τὴν τοῦ παντὸς κόσμου συμπλήρωσιν τότε Μωϋσῆς οὕτω φησίν· ‘πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπό-

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
