# De opificio mundi 180

Joannes Philoponus, De opificio mundi, Page 180. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/180

τιζε πᾶν τὸ πρόσωπον τῆς γῆς’ καὶ πάλιν· ‘ποταμὸς δὲ ἐπορεύετο ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον’. ιʹ. Ὅτι ξηρὰν μὲν ἐκάλεσεν τὴν γῆν μετὰ τὸ χωρισθῆναι τῶν ὑδάτων εὐλόγως, γῆ δὲ τὸ κύριον αὐτῆς ὄνομα, καὶ εἰ τὸ ὕδωρ ἐπικλύζον ἔχοι. ‘Καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας’. καὶ ὅτε ἄρα ἔλεγε Μωϋσῆς ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν’, τῷ νῦν τεθέντι τῇ γῇ μετὰ τὴν τοῦ ὕδατος ὑποχώρησιν ὀνόματι προληπτικῶς αὐτὴν ἐκάλει ὡς ἤδη συνεγνωσμένου ἡμῖν τοῦ ὀνόματος, καὶ πάλιν· ‘ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος’· ὥστε γῆν μὲν αὐτὴν καὶ ὑποβρύχιον οὖσαν ὀνομάζει, ξηρὰν δὲ μήπω, κεχωρισμένην τῶν <ὑδάτων> οὐκέτι· πῶς γὰρ ἂν ξηρὰν ἤμελλε καλεῖν πηλώδη οὖσαν καὶ συμπεφυρμένην τοῖς ὕδασιν, εἰ καὶ δυνάμει ἦν τοιαύτη; Πάλιν δὲ κατανοεῖν ἀξιῶ τὴν πρὸς τὰ πράγματα τοῦ προφήτου συμφωνίαν· δέδεικται γὰρ τοῖς φυσικοῖς, ὡς αἱ πρῶται δύο τῶν ποιοτήτων ἀντιθέσεις, τοῦ θερμοῦ καὶ <τοῦ> ψυχροῦ, τοῦ ξηροῦ τε καὶ τοῦ ὑγροῦ κατὰ δύο τὰς μὴ ἐναντίας συνδυαζόμεναι τὰ τέσσαρα ποιοῦσι στοιχεῖα. ἡ μὲν τοῦ θερμοῦ καὶ ξηροῦ συζυγία τὸ πῦρ, ἡ δὲ τοῦ θερμοῦ καὶ ὑγροῦ τὸν ἀέρα, πάλιν τὸ ψυχρὸν μὲν καὶ τὸ ξηρὸν τὴν γῆν,

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
