# De opificio mundi 181

Joannes Philoponus, De opificio mundi, Page 181. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/181

τὸ ψυχρὸν δὲ καὶ τὸ ὑγρὸν τὸ ὕδωρ. ἕκαστον δὲ τῶν στοιχείων τῇ πλεοναζούσῃ χαρακτηρίζεται· τὸ μὲν πῦρ τῷ θερμῷ· μᾶλλον γάρ ἐστι τοῦ ἀέρος θερμόν· ὁ δὲ ἀὴρ τῷ ὑγρῷ· τοῦ ὕδατος γὰρ μᾶλλόν ἐστιν ὑγρός· ὁρίζεται γὰρ τὸ ὑγρὸν τὸ δυσόριστον μὲν οἰκείῳ ὅρῳ, εὐόριστον δὲ ἀλλοτρίῳ· τοιοῦτος δὲ μᾶλλον τοῦ ὕδατός ἐστιν ὁ ἀὴρ λεπτομερέστερος πολλῷ τοῦ ὕδατος ὢν καὶ διὰ τῶν λεπτοτάτων διερχόμενος πόρων. πάλιν τὸ ὕδωρ χαρακτηρίζεται μὲν τῷ ψυχρῷ—τίνι γὰρ ἂν ἑτέρῳ; —ψυχρότερον τῆς γῆς ὑπάρχον· ἡ δὲ γῆ τῷ λειπομένῳ ξηρῷ, ὅπερ δυσόριστον μὲν ἀλλοτρίῳ ἐστὶν ὅρῳ, εὐόριστον δὲ οἰκείῳ· τοιαύτη δὲ τοῦ πυρὸς μᾶλλόν ἐστιν ἡ γῆ· ἡ μὲν γὰρ πάντων ἐστὶ παχυτάτη, τὸ δὲ πάντων λεπτομερέστατον. Τῇ φυσικῇ τοίνυν δυνάμει τῶν στοιχείων ἀκολουθῶν Μωϋσῆς ‘καὶ ἐκάλεσε’ φησίν ‘ὁ θεὸς τὴν ξηρὰν γῆν’ τουτέστι τὴν χαρακτηριζομένην τῇ ξηρᾷ ποιότητι· οὐκ ἴδιον δὲ μόνης ἐστὶν αὐτῆς, ὡς εἶπον, τὸ ξηρόν— εἰ καὶ μᾶλλον αὐτῆς—ἀλλὰ καὶ τοῦ πυρός· οὐκ ἂν οὖν δικαίως ὄνομα θείη τις αὐτῇ τὸ ξηρόν, κἂν διαφέρῃ τοῦ ἐν πυρί· τὰ γὰρ ὀνόματα ἐκ τῶν ἄλλων ἁπάντων διακρίνειν ἐθέλει τὰ ὑποκείμενα. διό φησι· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν’· τοῦτο γὰρ αὐτῇ κυριώτατον ὄνομα καὶ τῇ φύσει πρέπον αὐτῆς· οἱ γὰρ διὰ τῶν ἐτυμολογιῶν φυσιολογοῦντες τὰ ὑποκείμενα τοῖς ὀνόμασι πράγματα παρὰ τό ‘γῶ’ ῥῆμά φασιν, ὃ σημαίνει τό ‘χωρῶ’, παρῆχθαι τό ‘γῆ’ ὄνομα·

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
