# De opificio mundi 182

Joannes Philoponus, De opificio mundi, Page 182. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/182

μόνη γὰρ αὕτη χωρητικὴ πάντων ἐστίν, οὐ μόνον τῶν ἐνοικούντων αὐτῇ ζῴων καὶ τῶν ἐξ αὐτῆς φυομένων, ἀλλὰ καὶ τῶν λοιπῶν τριῶν στοιχείων. τὸ μὲν οὖν ὕδωρ ἅπαν ἐν τοῖς κοιλώμασιν αὐτῆς ἐγκολπίζεται· τοῦ δὲ ἀέρος τοῦ εἰς αὐτὴν ἐναπολαμβανομένου μέγα τεκμήριον οἱ σεισμοὶ ἀναβράσσοντες αὐτὴν καὶ μυκηθμὸν ποιοῦντες πολὺν τῇ βιαίᾳ διὰ τὴν στενοχωρίαν κινήσει τοῦ πνεύματος· τοῦ δὲ ἐμφωλεύοντος αὐτῇ πυρὸς τὰ ἀναδιδόμενα πολλαχοῦ τῆς γῆς θερμὰ λουτρὰ καὶ οἱ ἐν Σικελίᾳ τοῦ πυρὸς κρατῆρες καὶ ἐν Λιπάρᾳ καὶ ἐν Λήμνῳ καὶ ἐν ἄλλοις πλείοσι τόποις ἀπόδειξις ἀκριβής. διὸ καὶ πάντων αὐτὴν μητέρα καλεῖν εἰώθασιν, ὡς ἐναγκαλιζομένην ἅπαντα καὶ κατὰ καιρὸν ἕκαστον προάγουσαν εἰς φῶς ἔξω καὶ ἀποκύουσαν. ἴδιον ἄρα αὐτῇ καὶ μόνῃ καὶ προσφυὲς τὸ καλεῖσθαι γῇ. διὸ καὶ ὁ Μωϋσῆς· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν. καὶ εἶπεν ὁ θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως· καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς’. Διὰ τί μὲν οὖν τὰ ἐκ γῆς φυόμενα τῶν φωστήρων προϋπέστησαν, φθάσαντες εἴπομεν συγχωρουμένου δηλονότι τοῦ ἀρχὴν ἔχειν τοῦ εἶναι τὸν κόσμον· ὁ δὲ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
