# De opificio mundi 185

Joannes Philoponus, De opificio mundi, Page 185. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/185

μεγέθει γὰρ καὶ χρώμασι καὶ τῇ ἐκλάμψει πολλὴ τούτων ἐστὶν ἡ ἑτερότης. αἴτιον δὲ τούτων οὐδὲν ἢ τῶν αὐτοῖς ὑποκειμένων σωμάτων τὴν κρᾶσιν ἡγοῦμαι· εἰ δὲ καὶ ἁπλᾶ ἦν, πόθεν ἡ ἐν τούτοις διαφορὰ πλὴν φύσεων ἑτερότητι; τοῦτο γὰρ καὶ τοῦ ὑπὸ σελήνην πυρὸς ἐξαλλαγὴν πλείστην ἐργάζεται κεραυνῶν κομητῶν δαλῶν διᾳττόντων ἀστραπῶν· καὶ αὐτὸ γοῦν πρὸς ἑαυτὸ τῶν εἰρημένων ἕκαστον διενήνοχεν ἐν ὕλῃ παχυμερεστέρᾳ τινὶ ἢ λεπτομερεστέρᾳ τῇ ἐξαπτομένῃ γινόμενον· ἀλλὰ καὶ τὸ διακονικὸν πῦρ τὸ παρ' ἡμῖν ἄλλο μὲν τὸ ἐξ ἐλαίου, ἄλλο δὲ τὸ ἐξ πίττης καλαμῶν τε καὶ παπύρων καὶ διαφορᾶς ξύλων καὶ τούτων ὑγροτέρων τε καὶ ξηροτέρων. ιγʹ. Πῶς ἂν τὸν ἀποροῦντα, ὡς οὐ δυνατὸν χωρὶς ὑποκειμένου σώματος ὑποστῆναι τὸ φῶς, καὶ ἐκ τῶν ἔργων τῆς φύσεως παραμυθησόμεθα. Εἰ δέ τις τῇ ἑαυτοῦ δυνάμει τὴν θείαν παραμετρῶν ἀδύνατον ὑποστῆναι λέγοι τὸ φῶς χωρὶς τῶν φωστήρων, τούτῳ ῥητέον, ὡς οὐχὶ θεῷ τοῦτο νομιεῖς ἀδύνατον, εἰ σωφρονεῖς, ἀλλὰ σαυτῷ. ἤδη μὲν οὖν περὶ τούτου λόγον δεδώκαμεν. σκόπει δὲ καὶ τὰ ἐν ποσί· μόνῳ τῷ πυρὶ τὸ φωτιστικὸν ἅμα καὶ καυστικὸν ὑπάρχει καὶ θάτερον τούτων τοῦ λοιποῦ χωρίζειν ἡμῖν ἀδύνατον. εἴ τις οὖν ταῖς Ἀριστοτέλους ὑποθέσεσιν ἕποιτο, μὴ καίειν ἐθέλοντος τὸν ἥλιον καὶ τοὺς

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
